Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.223
Not analysed yet
σύλληψιν, ὡς οἱ Τεχνικοί φασι διὰ τὸ συνεκδέχεσθαι καὶ συλλαμβάνεσθαι ἤγουν συνεννοεῖσθαι ταῖς ὀφρύσι τὴν ὅλην κεφαλήν, ὅπερ ἐστὶν ἴδιον συνεκδοχῆς ἤτοι συλλήψεως, ὡς πολλαχοῦ φανήσεται. διὸ καί φησιν· «ἀμβρόσιαι χαῖται ἐπερρώσαντο». οὐ γὰρ ἂν μόνων κινηθεισῶν τῶν ὀφρύων αἱ χαῖται συνεκινήθησαν. [Ὅτι δὲ ὀφρύες λέγονται τροπικῶς καὶ ποιαί τινες ἐξοχαὶ ὀρειναί, ἡ Βοιωτία καλῶς δηλώσει. τὴν δὲ ἀνωτέρω ῥηθεῖσαν συγγένειαν τοῦ φ πρὸς τὸ π δηλοῖ καὶ τὸ Φύγελλα ἰδιωτισθὲν εὐφημότερον ἐκ τοῦ Πύγελλα.] Φέρεται δὲ ἐνταῦθα ἱστορία, ὅτι Εὐφράνωρ Ἀθήνησι γράφων τοὺς δώδεκα θεοὺς καὶ ἀπορῶν πρὸς οἷον ἀρχέτυπον γράψει τὸν Δία παρῄει ἐν διδασκάλου καὶ ἀκούσας τῶν ἐπῶν τούτων «ἀμβρόσιαι δ' ἄρα χαῖται» καὶ τὰ ἑξῆς, ἔφη ὡς ἤδη ἔχει τὸ ἀρχέτυπον καὶ ἀπιὼν ἔγραψεν. οἱ δέ φασιν, ὅτι ἀπὸ τούτων τῶν δύο στίχων ὁρμηθεὶς Φειδίας ὁ ἀγαλματοποιὸς ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ Δία οὕτω καμπτόμενον. καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι πρὸς Ὁμηρικὸν παράδειγμα τὸ «ἐπ' ὀφρύσι νεῦσεν» ὁ Φειδίας ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ Δία ἐλεφάντινον. οὕτω δέ, φησί, μέγας ἦν, ὡς ἅπτεσθαι σχεδὸν τῆς κορυφῆς τῆς ὀροφῆς. διὸ καὶ κοσμίως εἴρηται, φησί, τὸ «Ὅμηρος ὁ τὰς τῶν θεῶν εἰκόνας ἢ μόνος ἰδὼν ἢ μόνος δείξας». Ἰστέον δὲ ὅτι τὸ ἐπερρώσαντο μετηνέχθη ἀπὸ ἀνδρῶν ἐρρωμένως εἴς τι ἔργον κινουμένων. [Ῥώονται δὲ καὶ ἵπποι, ὅτε εἰς δρόμον συντείνονται. συντόνου δὲ κινήσεως εἶναι δοκεῖ τὸ «χαίτας ἐπιρρώσασθαι κρατὸς ἀπ' ἀθανάτοιο», ἵνα πιθανῶς οὕτω πλασθείη καὶ ἡ εὐθὺς ἐφεξῆς τοῦ Ὀλύμπου κίνησις.] (v. 530) Ὅτι κατανεύσας ὁ Ζεὺς τῇ κεφαλῇ μέγαν ἐλέλιξεν Ὄλυμπον. ἔθος δὲ τῷ ποιητῇ τοιαῦτά τινα τερατολογεῖν ἐπὶ τῶν θείων κινήσεων κατὰ ἔννοιαν σωματικωτέραν. ὡς γὰρ ἐν τοῖς κάτω μέγα σῶμα κινούμενον σαλεύσοι ἄν ποτε τὸ ὑποκείμενον, οὕτω δῆθεν καὶ ἐπὶ τῶν ἀνωτάτω γενήσεται. διὸ καὶ Ἥρα ἐν τοῖς ἑξῆς σεισαμένη ἐν τῷ θρόνῳ μέγαν ἐλέλιξεν Ὄλυμπον, ὡς ἐκεῖ φανήσεται. καὶ ἄλλα δὲ ὅμοια ῥηθήσεται. καὶ εὐδοκιμεῖ καὶ ἐν τοῖς τοιούτοις ὁ ποιητὴς ἀναλόγως τοῖς προσώποις πλάττων τὰ τῶν ἔργων ἀποτελέσματα. Τὸ δέ «ἐλέλιξεν» ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς τῷ τάχει καὶ τῷ λείῳ καὶ ἀπροσκόπῳ τῆς ἐκφωνήσεως τῶν συλλαβῶν δηλοῦν τὸ ταχὺ τῆς Ὀλυμπίας κινήσεως, καθὰ καὶ ἀλλαχόθι φανήσεται. πολλαχοῦ γὰρ ὁ ποιητὴς ἢ τραχύνει ἢ λεαίνει τὰς λέξεις καὶ τὴν αὐτῶν συνθήκην ἐπίτηδες ἀναλόγως τοῖς φραζομένοις πράγμασιν. (v. 537) [Ὅτι ὥσπερ ἐν τῷ νοῶ νοήσω καὶ κράσει νώσω καὶ πλεονασμῷ τοῦ κ νώσκω προτίθεται κατ' ἀρχὰς τὸ γ καὶ γίνεται γνώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γιγνώσκω—κατὰ δὲ ὅμοιον πλεονασμὸν καὶ τὸ γίνεται ποιεῖται γίγνεται