Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.224
Not analysed yet
καὶ ἡ σύννοια ξύγγνοια, ὃ δηλοῖ συγγνώμην, καὶ ὁ δοῦπος γδοῦπος, ὅθεν καὶ ῥῆμα γδουπῶ γδουπήσω ἐν τοῖς ἑξῆς, ἔτι δὲ καὶ ἐρίγδουπος, ὥσπερ καὶ γνόφος παρὰ τὸ νείφω—οὕτω καὶ τὸ μὴ νοεῖν ἀγνοεῖν· αὐτὸ δὲ πλεονασμῷ τοῦ ι καὶ ἀγνοιεῖν λέγεται πρὸς εὐχρηστίαν μέτρου, οἷον «οὐδέ μιν Ἥρη ἠγνοίησεν».] (v. 532) Ὅτι εἰ καὶ τὸ ἅλλομαι δασύνεται, ὃ δηλοῖ τὸ πηδῶ, ἀλλὰ τὸ ἆλτο ψιλοῦται. τάχα μὲν καὶ ὡς Αἰολικόν, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς διὰ τὴν τοῦ τ ἐπιφοράν. τὸ γὰρ α λῆγον εἰς λ, ἐπαγομένου ἑνὸς τῶν τῆς τρίτης συζυγίας συμφώνων ἤγουν τοῦ δ ἢ θ ἢ τ ψιλοῦται· οἷον ἀλδαίνω, τὸ αὔξω, ἀλθαίνω, τὸ θεραπεύω, Ἄλτης κύριον· οὕτως οὖν καὶ τὸ ἆλτο ἀντὶ τοῦ ἐπήδησε. καὶ τὸ ἁλός δὲ ψιλωθῆναι ἄν φασι κατὰ τὸν κανόνα τοῦτον, ἐὰν ἀλτός ἐκλίθη διὰ τοῦ τ, ὑποσταλέντος δὲ αὐτοῦ ἐκληρονόμησε τοῦ οἰκείου καὶ ἐδασύνθη, καθὰ καὶ ἡ εὐθεῖα. (v. 531—3) Ἰστέον δὲ ὅτι ἐν τῷ «ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν, Ζεὺς δ' ἑὸν πρὸς δῶμα», ἐξ ἀναλόγου νοητέον ἔξωθεν ῥῆμα, ἵνα ᾖ, ὡς Θέτις μὲν ἥλατο εἰς θάλασσαν, Ζεὺς δὲ πρὸς τὸ ἴδιον δῶμα ἦλθε. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ, ὧν ἕν, ὡς ἀλλαχοῦ φανεῖται, καὶ τὸ «σῖτον καὶ οἶνον ἔδοντες». (v. 534) Ὅτι ἕδος οὐ μόνον ἔδαφος, ἀλλὰ καὶ ἡ καθέδρα ἐκ τοῦ ἕζω. ἐνταῦθα οὖν τῷ Διῒ ἀναστάντι θεοὶ ἅμα πάντες ἕποντο ἐξ ἑδέων, περὶ ἃ ἐκάθηντο. τοιοῦτον καὶ τὸ «λιπὼν ἕδος, ἔνθα θάασσε»· [καὶ τὸ «οὐχ' ἕδος ἐστὶ γεραιέ».] (v. 533—5) Ὅτι παιδευτικὸν ἤθους τὸ εἰπεῖν, ὡς τοῦ ἄρχοντος ἐπερχομένου οἱ περὶ αὐτὸν καθήμενοι ἀνέστησαν, ᾧ ἔοικε τὸ ἐπανέστησαν, ἐν τῇ βῆτα ῥαψῳδίᾳ κείμενον. τοῦτο δὲ νῦν ἄλλως φράζων φησίν· «οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον» καὶ πάλιν· «ἀλλ' ἀντίοι ἔσταν ἅπαντες». παλιλλογεῖ γὰρ καὶ νῦν ἐγκαθίζων δι' ἐπιμονῆς τῇ ψυχῇ τῶν ἀκροατῶν τὴν παίδευσιν. ἐντεῦθεν τοῖς Λάκωσι νόμος ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις. ὅρα δὲ τὸ ἀρχαϊκὸν τῆς λέξεως τοῦ ἐπανίστασθαι. πάλαι μὲν γάρ ποτε τὸ ἐπὶ τιμῇ ἀνίστασθαι ἐδήλου· ὕστερον δὲ μάχιμος ἡ λέξις τοῦ ἐπανίστασθαι καὶ τῆς ἐπαναστάσεως τῆς ἐπι προθέσεως τὸ κατα δηλούσης, ὡς καὶ ἐν τῷ «ἥκεις ἐφ' ἡμᾶς» παρ'