Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.232.1
Not analysed yet
ποιεῖ μὲν καὶ ἄλλα τινά, ὅσα δοκεῖ αὐτῷ, παράγει δέ που καὶ Ἥφαιστον αὐτοὺς καταλλάσσοντα, τουτέστιν ἁπλῶς τὴν θερμότητα. Ἥφαιστος γὰρ εἰς τὸ θερμὸν ἀλληγορικῶς ἐκλαμβάνεται δαίμων λεγόμενος ἐπιστατῶν τῇ θερμῇ οὐσίᾳ. οὕτω τοίνυν καὶ ἐνταῦθα ἔριδος παρεισπεσούσης τῇ Ἥρᾳ καὶ τῷ Διῒ αὐτὸς μέσος ἐλθὼν τὴν καταλλαγὴν πραγματεύεται. οὐ γὰρ θέλει ὁ μῦθος παντελῶς λέγειν ἀπίθανα, ὅπερ ἔπαθεν ἄν, ἐὰν ἕτερόν τινα παρεισήγαγε μεσιτεύοντα εἰς τοιαύτην ὁμόνοιαν. οὔτε γὰρ Ἀθηνᾶ οὔτε Ἄρης οὔτε Ἄρτεμις οὔτε ἄλλος τις τῶν τοιούτων κατὰ φυσικὴν ἔννοιαν λέγοιτ' ἂν λύειν τὴν ἔριν τῇ Ἥρᾳ καὶ τῷ Διῒ καὶ ἐκ διαστάσεως ἄγειν εἰς ἕνωσιν οἰκειότερον ἤπερ ὁ Ἥφαιστος, θερμή τις αὕτη φύσις. Ποσειδῶνα δὲ εἴ τις εἶπε τοῦτο ποιεῖν, οὐδὲν τὸ παράπαν ἔλεγε. Ποσειδῶν μὲν γὰρ εἰς ὑγρότητα ἐκλαμβάνεται· ὑγρότης δὲ εἰρήνην καὶ σύμβασιν ἀέρι καὶ Διῒ οὐκ οἶδε ποιεῖν, ἀλλὰ μάλιστα μάχην, ὡς ἡ φύσις τοῦ πράγματος παριστᾷ. συγχέει γὰρ μᾶλλον τὸ περιέχον καὶ συγκροτεῖ τὴν ἔριν τῷ ἀέρι τὴν τοῦ αἰθέρος ἀφανίζων ἱλαρότητα καὶ ταῖς κάτωθεν ἀναθυμιάσεσιν «ἄχος οὐράνιον» κατὰ τὴν τραγῳδίαν γίνεται. Ἥφαιστος μέντοι τουτέστι τὸ θερμόν, ἐὰν κατισχύσῃ, τόν τε ἀέρα γαληνιᾶν ποιεῖ καὶ νηνεμίαν αὐτῷ ἐμποιεῖ, ὡς καὶ τῷ αἰθέρι οὕτω σπένδεσθαι, καὶ εἰς εἰρηνικὰς ἄγει καταστάσεις τὸ πᾶν, ὁποία ἥ τε ἐαρινὴ καὶ ἡ μετ' αὐτὴν καὶ εἴ τις δὲ ἄλλη παρεμπέσοι τῷ ἐνιαυτῷ. οὐκ ἔστι γὰρ τὴν Ἥραν ἀποθέσθαι τὸ σκυθρωπὸν οὐδὲ βοῶπιν φανῆναι καὶ λευκώλενον μὴ μεσολαβοῦντος Ἡφαίστου, τῆς ἁπλῶς δηλονότι θερμότητος. πιθανῶς ἄρα ὁ μῦθος τὸν Ἥφαιστον ἐνταῦθα παράγει λύοντα τὴν ἔριν τῇ τε Ἥρᾳ καὶ τῷ Διΐ. Δεῖ δὲ εἰδέναι, ὅτι οὐ πάντοτε ὁ Ἥφαιστος εἰς τὴν ἁπλῶς θερμότητα ἐκλαμβάνεται, ἀλλὰ τοῦτο μὲν σπανίως. διὸ καὶ οὐράνιος νοεῖται καὶ Διὸς ἤτοι αἰθέρος υἱὸς καὶ τοῖς θεοῖς ἄνω ἤτοι τοῖς ἄστροις, οἷς ἡ φύσις διὰ τὸ φωσφόρον ἐκ πυρὸς εἶναι δοκεῖ, αὐτὸς οἴκους τεκτήνασθαι λέγεται. ὡς ἐπὶ πλεῖστον δὲ Ἥφαιστον ἡ ἀλληγορία τὸ πῦρ αὐτὸ νοεῖ, τουτέστι τὴν καυστικὴν θερμότητα, καὶ τοῦτο ἢ τὸ διακονικὸν καὶ περὶ γῆν ἢ τὸ ἐκ πάθους ἐν τοῖς μετεώροις γινόμενον, οἷον τὸ ἐν κεραυνοῖς καὶ ἀστραπαῖς καὶ τοῖς τοιούτοις, ἅπερ οὐχ' ἁπλῶς θερμότης ἐστίν, ἀλλὰ καυστικὴ καὶ οἵα αἴθειν τὴν ἁφήν, ὡς ἡ ἐτυμότης τοῦ Ἡφαίστου δηλοῖ. ὃς Ἥφαιστος καὶ χωλὸς λέγεται οἷα σκάζων, ἐὰν μή τινα ὕλην τὴν ὑπανέχουσαν ἔχῃ καὶ ἀμφοτέρους τοὺς πόδας γυιὸς ἤγουν χωλός· τοῦτο γὰρ ὁ ἀμφιγυήεις δηλοῖ. ἀμφοτέρωθεν γὰρ σκάζει μὴ ἔχων ὕλην τὴν ὑπερείδουσαν, οἷον κάτω μὲν ξύλα καὶ εἴ τι ἄλλο ἐξάπτεται γήϊνον, ἄνω δὲ τὴν ξηρὰν καὶ καπνώδη ἐκ γῆς ἀναθυμίασιν. οὐ τοίνυν ὁ τοιοῦτος Ἥφαιστος, ἡ ὑπερβολὴ τῆς θερμότητος, ὁ καυστικός, ὁ φθαρτικὸς τοῦ παραπίπτοντος, μεσολαβεῖ τὰ εἰς φιλίαν τῇ Ἥρᾳ καὶ τῷ Διΐ, ἀλλ' ἐκεῖνος ὁ εὔκρατος, ἡ ζωογόνος δηλαδὴ στοιχειακὴ θερμότης, ὁ τῷ Διῒ σύστοιχός τε καὶ φίλιος. ὁ γὰρ λοιπὸς οὐράνιος Ἥφαιστος, ὁ χωλός, ὁ φλογώδης, οὐ πάνυ