Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.231
Not analysed yet
ἐκφωνηθὲν ὅμως ὡς πληθυντικὸν κεῖται. δύναται δὲ καὶ κυρίως εἶναι δυϊκὸν διὰ τὸ διγενὲς τῶν τε θεαινῶν καὶ τῶν ἐν αὐταῖς ἀρρένων. Τὸ δὲ ἐφείω πλεονασμὸν συνήθη ἔχει τῆς ει διφθόγγου.] (v. 569) Ὅτι τὸ ἐπιγνάμψασα ἤτοι κάμψασα φίλον κῆρ ἀντὶ τοῦ κλιθεῖσα, ταπεινωθεῖσα, ὑποχαλασθεῖσα τοῦ ἀτενοῦς ἤθους. ἡ δὲ μεταφορὰ ἐκ τῶν καμπτομένων σωμάτων. λέγεται δέ τις καὶ ἄλλον κάμπτειν ἤτοι πείθειν, μετάγειν, ὡς τὸ «ἐπέγναμψε γὰρ ἅπαντας». [Δοκεῖ δὲ ἢ ἐκ τοῦ γόνυ ῥῆμα εἶναι ἄρρητον γνῶ τὸ εἰς γόνυ κλίνω, ἐξ οὗ γνάπτω καὶ γνάμπτω· ἢ ἐκ τοῦ κνῶ, ἀφ' οὗ καὶ τὸ «αἴγειον κνῆ τυρόν», γενέσθαι κνάπτω τὸ παρὰ Σοφοκλεῖ καὶ κνάμπτω καὶ τροπῇ γνάμπτω. διὸ καὶ κναφεὺς ὁ αὐτὸς καὶ γναφεύς. τοῦ δὲ κνάμπτω κοινότερον τὸ κάμπτω ἐκδραμόντος τοῦ ν. ὡς δὲ ὁ γομφίος ἐκ τοῦ γνάμπτω παρῆκται τροπῇ τοῦ α εἰς ο, δι' οὗ κάμπτεται ἡ τροφή, δηλοῦσιν οἱ παλαιοί.] (v. 570) Ὅτι καὶ ἐνταῦθα ὀχθῆσαι τὸ ἀχθεσθῆναι ἢ ὑψῶσαι τὸν φόβον ἢ τὸν θυμὸν μεταφορικῶς ἀπὸ τῆς τῶν ποταμῶν ὄχθης, ὡς προείρηται. [φησὶ γάρ· «ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες». (v. 571) Ὅτι κλυτοτέχνην λέγει τὸν Ἥφαιστον διὰ τὰ περίκλυτα ἔργα, οἷς λυσιτελεῖ πρὸς ἀπαρτισμὸν ὁ εἰς πῦρ ἐκλαμβανόμενος Ἥφαιστος.] Ὅτι ὁ Ἥφαιστος ὁ καταλλάσσων ἐνταῦθα τῷ Διῒ τὴν Ἥραν τοιαύτην τινά, ὡς ἐν συντόμῳ εἰπεῖν, ὑποβάλλει ἔννοιαν. Ἥρα μὲν γὰρ ὁ ἀὴρ θερμὸς ὤν, φασί, καὶ ὑγρός, εἰ καὶ ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς, δραστικὸν τοῦτο στοιχεῖον ποιότησι συγκεκροτημένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ τοίνυν στοιχεῖα ταῦτα πῇ μὲν φιλίως ἀλλήλοις ἔχει, ὡς καὶ προεγράφη, καθὸ ἄμφω θερμὰ εἶναι δοκεῖ, πῇ δὲ εἰς ἔχθραν διχάζονται κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ἐναντιότητα. Ὁ τοίνυν μῦθος ἑνώσας αὐτὰ κατά τινα εἰκασίαν φαντασιώδη γάμου καὶ τὸν μὲν ἀέρα ἐκθηλύνας τῷ ὀνόματι καὶ εἰς Ἥραν μεταθέμενος, τῷ δὲ Διῒ ὡς δραστηριωτέρῳ φυλάξας τὸ ἀνδρῶδες τοῦ ἄρρενος ὄνομα, ὅμως καὶ μετὰ τὴν φιλίωσιν καὶ γαμικὴν ταύτην συζυγίαν φυλάττει ἐν αὐτοῖς ἐκεῖνα τὰ πρὶν ἰδιώματα οὐ μόνον τὴν ἐν τῇ θερμότητι εὔνοιαν καὶ οἷον συνάφειαν, ἀλλὰ καὶ τὴν ἔριν καὶ διάστασιν τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν· καὶ διὰ τοῦτο ποιεῖ μὲν αὐτοὺς ἔστιν ὅτε ἀνθισταμένους ἐριστικῶς, αὖθις δὲ καταλλάσσεσθαι λέγει αὐτούς. εἴ ποτε τοίνυν μεσίτην τινὰ τῇ αὐτῶν καταλλαγῇ θελήσει πλάσασθαι,