Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.235
Not analysed yet
κισμὸν τὸν λέγοντα «ἤδη σολοικιῶ»; [Οἱ δὲ τοιοῦτοι ὁμοίαν ἐπικρίνουσι γραφὴν καὶ ἐν οἷς φθάσας ὁ Ζεὺς ἔφη «ἦ δὴ λοίγια ἔργα ὅτε» καὶ ἑξῆς· οὐκ ἀπεικὸς γὰρ ἐκεῖ οὕτω νοῆσαι αὐτούς.] (v. 574) Τὸ δὲ ἐριδαίνω ἀπὸ τοῦ ἐρίζω παράγεται τραπέντος καὶ ἐνταῦθα τοῦ ζ εἰς δ κατὰ συγγένειαν, καθὰ καὶ ἐν τῷ ἕζω ἕδος, ῥέζω ἔρδω, σκύζω σκυδμαίνω, ὥσπερ καὶ ἐριδμαίνω· εὕρηται γὰρ ἐν χρήσει καὶ τοῦτο. ἰστέον δὲ ὅτι οὐ μόνον τὸ ζ εἰς δ μεταποιεῖται, ὡς ἐν τοῖς ῥηθεῖσι καὶ ἐν τῷ ἐρίζω ἐρίσδω καὶ τοῖς ὁμοίοις Δωρικοῖς, ἀλλὰ καὶ ἔμπαλιν τὸ δ εἰς ζ, ὡς ἐν τῷ ἀρίδηλος ἀρίζηλος ἀστήρ καὶ ἐν τοῖς εἰς ζε λήγουσιν ἐπιρρήμασιν. ὡς γάρ ἐστι τὸ οἴκαδε, οὕτω καὶ Ἀθήναδε, Θήβαδε, ἔραδε τὸ εἰς ἔραν ἤτοι γῆν· τροπῇ δὲ τοῦ δ γέγονεν Ἀθήναζε, ἔραζε. τὸ δ' αὐτὸ καὶ ἐν τοῖς ὁμοίοις. Ἰστέον δὲ ὅτι κοινῶς παραδείγματα τῆς εἰς ἄλληλα μεταχωρήσεως τοῦ δ καὶ τοῦ ζ καὶ τὸ κνίζα κνίδη, ἁρμόζω ἁρμόδιον, φράζω ἀριφραδές καὶ φράδμων, ζα ἐπιτατικὸν δα, ἴζμεν κατὰ τοὺς παλαιοὺς ἴδμεν, εἰ καὶ οἱ ὕστερον ἐπέκριναν μὴ εὑρίσκεσθαι ἐν συλλήψει πρὸ ἀμεταβόλου διπλοῦν σύμφωνον, πέδον πεζός, ὄζω, οὗ μέσος παρακείμενος ὄζωζα καὶ ὄδωδα, ὥσπερ καὶ χάζω κέχαδα, φράζω πέφραδα, ῥάζω τὸ ῥαίνω ἔρραδα, ὅθεν καὶ τὸ «τοῖχοι ἐρράδαται», ἕζεσθαι καθεδεῖσθαι, χλάζω κέχλαδα παρὰ Πινδάρῳ, πεδοῖ παρ' Αἰσχύλῳ, τὸ δ' αὐτὸ καὶ πεζῇ, δεύω τὸ βρέχω Δεύς καὶ Ζεύς ὁ ἀήρ, ὀκλάζω ὀκλαδίας δίφρος, ἕζω ἑδώλιον ἡ τῆς νηὸς κληΐς· ἐκ δὲ τοῦ αὐτοῦ καὶ ἕδρα καὶ ἰδνῶ τὸ ἐν τοῖς ἑξῆς ῥηθησόμενον καὶ ἱδρύω καὶ ἀΐδιος, ὁ μὴ ἵζων ἀλλὰ βέβαιος καὶ στάσιμος· ὄζω ὀδμή, ζήμιος δήμιος, ὁ ζημιῶν τοὺς κολαζομένους, κλύζω κλύδων, μερίζω σμερδαλέον καὶ σμερδνόν, μήδεα μέζεα τὰ αἰδοῖα, <ἀζηχές> ἀδιεχές ἔν τε Ὀδυσσείᾳ καὶ τῷ δʹ τῆς Ἰλιάδος. οὕτω δὲ καὶ μαδὸς μαζός, ὡς ἐν τοῖς ἑξῆς φανεῖται.