Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.236
Not analysed yet
(v. 574) [Ἰστέον δὲ ὡς Ὁμήρου εἰπόντος ἐνταῦθα «εἰ δὴ σφώ», ἤγουν εἴπερ ὑμεῖς, «θνητῶν ἕνεκα ἐριδαίνετον», φασὶν οἱ τεχνικοί, ὅτι τε τὸ νώ καὶ σφώ ἀπὸ τοῦ νῶϊ, σφῶϊ γεγόνασιν ἀποβολῇ τοῦ ι καὶ ὅτι οὐ περισπῶνται διὰ τὴν ἀποκοπὴν κατὰ τὸ ἱδρῶτα ἱδρῶ, δῶμα δῶ, ἀλλ' ὀξύνονται ἀναλόγως ὡς δυϊκά· καὶ ὅτι ἀναγκαίως ἀπεκόπη τὸ νώ καὶ τὸ σφώ ἐκ τοῦ νῶι καὶ τοῦ σφῶι. οὐδέποτε γάρ, φασί, τὸ ω κείμενον πρὸ καθαρεύοντος τοῦ ι περισπᾶται, ἀλλ' ἢ ὀξύνεται, ὡς ἐν τῷ Τρωΐ καὶ δμωΐ, ἢ προπαροξύνεται, ὡς ἐν τῷ ἥρωϊ, Μίνωϊ. διὸ καὶ ἐν τῷ νῶϊν καὶ σφῶϊν, ἐπειδὴ τὸ ω προκείμενον τοῦ ι περισπᾶται, ἐπενοήθη συναίρεσις τοῦ νῷν καὶ σφῷν πρὸς ἀποφυγὴν παραλογίας, οἷον «οὐ γὰρ σφῷν γένος ἀπόλωλε τοκήων», τὸ ἐν Ὀδυσσείᾳ κείμενον.] (v. 575) Ὅτι κολῳὸς ὁ θόρυβος κατὰ μὲν Φιλόξενον ἀπὸ τοῦ κλῶ γίνεται ὀνοματοπεποιημένου ῥήματος κατὰ πρόσληψιν συλλαβῆς. διὸ οὐδὲ προσγέγραπται, φησί, τὸ ι. ἀπὸ δὲ τοῦ τοιούτου κλῶ καὶ τὸ κλάζω γέγονε κατὰ παραγωγήν. κατὰ δὲ ἑτέρους ἀπὸ τοῦ κολοιός γίνεται κατὰ ἔκτασιν τοῦ ο εἰς ω μείναντος δηλαδὴ τοῦ ι προσγεγραμμένου. κολῳός τε γὰρ ὁ θόρυβος καὶ ὁ κολοιὸς δὲ θορυβητικόν. διὸ καὶ εἰς παραβολὴν θορύβου χρησιμεύσει που τῷ ποιητῇ. [Τινὲς δὲ καὶ οὕτω φράζουσιν· ὥσπερ ἐκ τοῦ κλείω κλοιὸς καὶ ἐκτάσει κλῳὸς σὺν τῷ ι, οὕτω καὶ κολῳὸς ὁ θόρυβος ἐκ τοῦ κολοιός τὸ ὄρνεον. ὅθεν καὶ τὸ κολῳῶ ῥῆμα ἔχει τὸ ι ἐν προσγραφῇ.] Ἄλλοι δὲ ἀπὸ τοῦ κολούω παράγουσιν αὐτὸ τραπέντος τοῦ ου εἰς ω, ὡς καὶ ἐν τῷ Μοῦσα Μῶσα. κολούει γάρ πως ὁ θόρυβος ἤγουν κολοβοῖ καὶ ἀφαιρεῖταί τι τῶν σπουδαίων ἔργων πολὺς ἐλαυνόμενος κατὰ τὸν ποιητήν. φησὶ γάρ· «κολῳὸν ἐλαύνετον». καὶ ὅρα τὸ ἐλαύνετον ἀντὶ τοῦ ἐπιτείνετε ἀπὸ μεταφορᾶς ῥηθὲν τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. πεποίηται δέ, φασί, τὸ ἐλαύνειν διαλέκτοις τρισί. Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ α, Αἰολέων δὲ τὸ προστιθέναι τῷ α τὸ υ· ἐλαύω γὰρ λέγουσιν· ἡ δὲ πρόσθεσις τοῦ ν Δώριος. τὸ γὰρ δύω δύνω φασὶ Δωριεῖς καὶ τὸ θύω θύνω· «θῦνε γὰρ ἀνπεδίον». [Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ