Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.252
Not analysed yet
ΕΚ ΤΩΝ ΤΗΣ ΒΗΤΑ ΡΑΨΩΙΔΙΑΣ ΗΣ ΜΕΡΟΣ ΚΑΙ Η ΒΟΙΩΤΙΑ Ὅτι τῆς ῥαψῳδίας ταύτης ἡ μὲν ἔμμετρος ἐπιγραφὴ αὕτη· Βῆτα δ' ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ· ἡ δὲ πεζὴ τοιαύτη· ὄνειρος καὶ κατάλογος· ὥστε μέρος τῆς βῆτα καὶ ἡ Βοιωτία ἤγουν ὁ κατάλογος τῶν νεῶν. Ὅτι ἐνταῦθα μὲν διὰ μύθου διδάσκει ὁ ποιητὴς μὴ δεῖν εἶναι τὸν ἄρχοντα παννύχιον εὕδειν λέγων, ὅτι ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί, οἱ περὶ Τροίαν δηλονότι πολεμισταί, εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος. μετ' ὀλίγα δὲ καὶ γνώμην ἐξάγει αὐτὸ τοῦτο ἀποφαινομένην καὶ διδάσκουσαν, ὡς ῥηθήσεται, ἔνθα ὁ ὄνειρος ὀνειδίζει τὸν παννύχιον ὕπνον τῷ Ἀγαμέμνονι. ἐν μέντοι τοῖς ἑξῆς καὶ πραγματικῶς αὐτὸ παραδώσει, τοὺς μὲν ἄλλους Ἕλληνας κοιμωμένους νύκτωρ ποιῶν, τὸν βασιλέα δὲ ἀγρύπνως ἔχοντα. [(v. 1) Ἰστέον δὲ ὅτι τε χαίρει ὡς μάλιστα ὁ ποιητὴς τῷ ῥα συνδέσμῳ, καθὰ καὶ προδεδήλωται· καὶ ὅτι ἐγκλίνεται καὶ αὐτὸς ἐν δέοντι, καθὰ καὶ ἐνταῦθα ἐν τῷ, «ἄλλοι μέν ῥα». καὶ ὅτι κατὰ τοὺς τεχνικούς ἐστι καὶ ἕτερον ῥᾴ, ὃ σημαίνει μὲν τὸ εὐχερῶς, ὥς φασι, γίνεται δὲ ἀπὸ τοῦ ῥᾴδιον κατὰ ἀποκοπήν, διὸ καὶ ὀξύνεται καὶ σὺν τῷ ι γράφεται καὶ οὐδὲ ἐγκλίνεται· λέγεται δέ, φασί, καὶ σὺν τῷ β βρᾴ, ἐπεὶ καὶ τὸ ῥᾴδιον Αἰολικῶς βρᾴδιον λέγεται.] (v. 2) Καὶ ὅτι νήδυμος ὕπνος ὁ βαθὺς καὶ ἀνέκδυτος ἤτοι ὃν οὐ δύναταί τις ῥᾳδίως ἀποδύσασθαι. καὶ γίνεται παρὰ τὸ δύω δύμος καὶ μετὰ τῆς νη στερήσεως νήδυμος ἢ ἄγαν δύνων παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ δύω· ἔστι γὰρ ἐπίτασις καὶ διὰ τοῦ νη, ὡς δηλοῖ τὸ «πόντος νήχυτος». ὥσπερ δὲ ἀπὸ τοῦ δύω δύμος καὶ νήδυμος, οὕτω καὶ δύμος δίδυμος· δίδυμοι γὰρ οἱ ὄντες δύο ἐν γαστρὸς καταδύσει μιᾷ. οἱ δὲ νήδυμον ὕπνον φασὶ τὸν ἡδὺν πλεονασμῷ τοῦ νῦ. —καίτοι τινὲς οὐ βούλονται φωνήεντι δασυνομένῳ τὸ ν προστίθεσθαι. —οἱ δὲ παλαιοί φασι καὶ δίχα τοῦ νῦ εὑρίσκεσθαι ἥδυμον παρὰ τοῖς μεθ' Ὅμηρον, ὡς παρὰ Ἀντιμάχῳ καὶ Σιμωνίδῃ. τινὲς δὲ καὶ ἐπὶ Ὁμήρου τὴν λέξιν ταύτην εἰς ταὐτὸ ἐβιάσαντο ἀναγνόντες νῦν οὕτω· Δία δ' οὐκ ἔχεν· εἶτα, ἥδυμος ὕπνος. οἱ δὲ οὕτως ἀναγινώσκοντες ἐνταῦθα μὲν εὐπόρως ἔχουσιν εἰς ὃ