Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.251
Not analysed yet
ὅτι τὸ ἱκάνει, ὡς καὶ προεγράφη, ἐκτείνει τὴν παραλήγουσαν. γίνεται δὲ ἐκ τοῦ ἵκω, ὅπερ παρ' Ὁμήρῳ μὲν ἀεὶ τὴν διὰ τοῦ ι ἔχει, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, γραφήν, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον διφορεῖται. (v. 609) Ἰστέον δὲ ὅτι Ζεύς ἀκλίτως ἔχει διὰ κανόνων ἐναντιότητα, καθά φασιν οἱ παλαιοί. εἷς μὲν γὰρ κανὼν διὰ τοῦ εως κλίνει αὐτὸ τῷ λόγῳ τῶν εἰς ευς, ἵνα τοῦ ὑποτακτικοῦ φωνήεντος ἤγουν τοῦ υ ἐκπεσόντος κλιθείη Ζεύς Ζέως. ἕτερος δὲ φυλάσσεσθαι θέλει καὶ ἐν τῇ γενικῇ τὴν τῆς μονοσυλλάβου εὐθείας δίφθογγον, ὡς καὶ ἐν τῷ κλείς κλειδός, παῖς παιδός, δαίς δαιτός. ἡ γοῦν τοιαύτη στάσις τῶν κανόνων ἐξώθησε μὲν τὴν Δίς εὐθεῖαν διὰ τήν, ὡς προείρηται, πρὸς τὸ ἐπίρρημα συνέμπτωσιν· ἀφῆκε δὲ ταῖς πλαγίαις ἐκείνης ἐπείσακτον οἷον μητέρα τὴν Ζεύς εὐθεῖαν ἀπωρφανισμένην τῶν οἰκείων πλαγίων οἷα γνησίων παίδων τινῶν. (v. 611) Ὅτι ἐν τῷ «ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη» τὸ μὲν καθεῦδε προπερισπᾶται, ὡς πρὸ τούτου ἐγράφη, τὸ δέ «παρὰ δὲ χρυσόθρονος Ἥρη» ἔλλειψιν ἔχει· ὡς γὰρ τὸ μετὰ δὲ ἀντὶ τοῦ μετὰ ταῦτα δὲ καὶ ἐπὶ δὲ καὶ πρὸς δὲ ἀντὶ τοῦ ἐπὶ τούτοις καὶ πρὸς τούτοις, οὕτω καὶ τὸ «παρὰ δὲ χρυσόθρονος Ἥρη», ἤγουν παρὰ δὲ αὐτῷ ἡ χρυσόθρονος Ἥρα. ἐν δὲ τῷ «χρυσόθρονος» φασὶν οἱ παλαιοὶ τὸν χρυσὸν ἀντὶ πυρὸς εἰλῆφθαι ἀλληγορικῶς. πυρώδη γάρ, φασί, τὰ πρὸς τῷ αἰθέρι καὶ τῷ ἡλίῳ.