Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.254
Not analysed yet
σήμερον ἕλοις ἂν τὴν Τροίαν. ἰστέον γὰρ ὅτι τὸ «νῦν» κατὰ τοὺς παλαιοὺς τοὺς τρεῖς χρόνους δηλοῖ, τὸν ἐνεστῶτα, οἷον· «ἦ γὰρ ἄν, Ἀτρείδη, νῦν ὕστατα λωβήσαιο»· καὶ τὸν παρῳχημένον, ὡς τὸ «νῦν ὤλετο πᾶσα Ἴλιος κατ' ἄκρης»· καὶ τὸν μέλλοντα, οἷον· «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει». καὶ σημείωσαι ὅτι οὐδὲ τὴν ἐν τοῖς λογίοις ἤτοι τὴν ἐν τοῖς χρησμοῖς λοξότητα ἠγνόησεν ὁ ποιητής, ὅσγε καὶ πλάττει ἄρτι τοιοῦτον λόγιον. χρησμὸς γάρ τίς ἐστι πάντως καὶ ὁ ὄνειρος ὁ ῥηθείς, ὅς, καθάπερ ἐφάνη, λελόξωται διὰ τὸ τοῦ «νῦν» πολυσήμαντον. (v. 5) Ὅτι δὲ τὸ τοιοῦτον πλάσμα πάνυ Ὅμηρος ἀπεδέξατο, δῆλον ἐκ τοῦ εἰπεῖν τὴν τοιαύτην βουλὴν οὐ πυκνήν, καθάπερ μετ' ὀλίγα ἐρεῖ τὸν Ἀγαμέμνονα πυκινὴν ἀρτύνεσθαι βουλήν, ἀλλὰ ἀρίστην ὑπερθετικῶς. φησὶ γὰρ ὅτι βουλευσαμένῳ πολλὰ τῷ Διῒ αὕτη ἀρίστη κατὰ θυμὸν ἐφαίνετο βουλή, ἡ μετὰ τὰς πολλὰς δηλαδὴ τὰς προτέρας ἐκείνας. καὶ σημείωσαι καὶ ἐνταῦθα τὴν τῆς παροιμίας ἀλήθειαν τῆς καὶ παρ' Εὐριπίδῃ λεγούσης ὅτι «αἱ δεύτεραί πως φροντίδες σοφώτεραι». τῇ γὰρ ὑστέρᾳ βουλῇ ὁ Ζεὺς ἐνταῦθα συγκατατίθεται. (v. 6 s.) Ἰστέον δὲ ὅτι ἡ τοῦ ὀνείρου ἀπάτη γίνεται εἰς τοῦτο καὶ μόνον τὸ πεῖσαι τὸν βασιλέα ἐξαγαγεῖν εἰς μάχην τὸν λαὸν δίχα τοῦ Ἀχιλλέως, ὡς ἔκτοτε τῶν Ἀχαιῶν ἐξ ἀνάγκης ἡττηθησομένων πιθανῶς. ὁ δὲ βασιλεὺς πείθεται θεῖον εἶναι μαθὼν τὸν ὄνειρον· ὑπαχθεὶς δὲ καὶ ὡς ὑπὸ δελέατός τινος τοῦ ταχὺ ἁλῶναι τὴν Τροίαν ἤτοι νῦν αὐτίκα σήμερον. Οὖλον δὲ ὄνειρον ἐνταῦθα ὁ ποιητὴς λέγει τὸν ὀλέθρου αἴτιον τοῖς Ἕλλησι διὰ τὴν ἀπάτην, ὑφ' ἧς θαρρήσαντες τὸν πόλεμον δίχα τοῦ Ἀχιλλέως κακῶς ἔπαθον. προϊὼν δὲ τὸν αὐτὸν καὶ θεῖον ὄνειρον ὀνομάζει, ὅπερ ἐστι διάφορον πρὸς τὸ «οὖλος ὄνειρος», ὥσπερ καὶ τὸν Φοῖβον ὁ μῦθος διαφόροις ὀνόμασι καλεῖ, ποτὲ μὲν Ἀπόλλωνα ὀνομάζων αὐτόν, ποτὲ δὲ ἰατρόν, ὡς προγέγραπται. οὕτω γοῦν καὶ ὁ ὄνειρος οὖλος μὲν διὰ τὸ τέλος· ὄλεθρον γὰρ ποιήσει· θεῖος δὲ ὡς θεόπεμπτος· Διὸς γάρ ἐστιν ἄγγελος· τινὲς δὲ οὖλον ὄνειρον τὸν ὑγιῆ φασιν ἀπὸ τοῦ ὅλος, ὅθεν καὶ οὖλος ἄρτος ὁ ὁλόκληρος. εἰ γὰρ καὶ ὁ βασιλεὺς οἰήσεται τὸν ὄνειρον ἀτελῆ διὰ τὴν ἄγνοιαν τοῦ νῦν, ἀλλ' αὐτὸς τέλειος ἦν. δύναται δὲ καί, ὥσπερ οὔλη θρὶξ ἡ συνεστραμμένη, παρὰ τὸ εἰλῶ, ἀφ' ἧς ὁ οὐλόθριξ, οὕτω καὶ οὖλος ὄνειρος λέγεσθαι ὁ στρεβλὸς καὶ σκολιὸς διὰ τὴν ἀσάφειαν. (v. 11) Καρηκομόωντας δὲ λέγει τοὺς Ἀχαιοὺς ἤτοι κομῶντας τὰ κάρηνα καὶ πολύτριχας, διότι ἔθος ἦν αὐτοῖς κόμην τρέφειν, οὐ μόνον εἰς κάλλος ἀλλὰ καὶ διὰ τὸ φοβερόν.