Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.255
Not analysed yet
οὕτω γὰρ καὶ λέων χαιτήεις φοβερώτερος τοῦ μὴ χαίτην ἔχοντος. λέγονται δὲ τὸν μὲν ἄλλον πάντα χρόνον κομᾶν οἱ Ἕλληνες, ἐν δὲ πένθους καιρῷ κείρεσθαι. ὡσαύτως δὲ καὶ ἐν καιρῷ ἀκμῆς ἤτοι τελείας ἡλικίας. τηνικαῦτα γὰρ πλόκαμον κείραντες ἀνετίθουν Ἀπόλλωνι κουροτρόφῳ καὶ ποταμοῖς, καθάπερ ὁ Ὅμηρος ἱστορήσει ἐν τοῖς ἑξῆς. καὶ ἦν οὗτος μὲν ὁ πλόκαμος «θρεπτήριος» κατὰ τὸν Αἰσχύλον, πενθητήριος δὲ ὁ ἕτερος. λέγεται δὲ τῆς τομῆς τοῦ θρεπτηρίου πλοκάμου κατάρξαι Θησεύς· κειράμενος γάρ, φασί, τὴν ἐμπροσθίαν κόμην εἰς Δῆλον ἀνέθετο τῷ Ἀπόλλωνι. εἰ δέ τινες τῶν Ἑλλήνων οὐκ ἦσαν καρηκομόωντες, παρεσημειώσατο αὐτοὺς ἡ ἱστορία καὶ ἐκ τοῦ τοιούτου παρασήμου τοὺς ἄνδρας ὠνόμασε Κουρῆτας αὐτοὺς ὀνομάζεσθαι λέγουσα, τοὺς δὲ ἀντιθέτους αὐτοῖς Ἀκαρνᾶνας ἱστοροῦσα λέγεσθαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα λεχθήσεται. Ἰστέον δὲ [ὅτι τε φυσικαῖς θριξὶν ἔθαλλον οἱ Ὁμηρικοὶ καρηκομόωντες, οὐ μὴν ἐντριβόμενοι κατὰ τοὺς ὕστερον καὶ προκόμια περίθετα φέροντες ἐφενάκιζον γυναικικώτερον. καὶ] ὅτι τὸ καρηκομόωντας οἱ μὲν τῶν παλαιῶν ὑφ' ἓν ἀναγινώσκουσιν, οἳ δὲ ἐν δυσὶ μέρεσι λόγου «κάρη», εἶτα «κομόωντας». καὶ ὅτι ἐκ τοῦ τοιούτου κομᾶν λέγεται κομᾶν καὶ τὸ ἐπί τινι κατορθώματι ἐπαίρεσθαι, ὡς ἄλλοι τε δηλοῦσι καὶ Ἡρόδοτος ἐν τῷ «ἐπὶ τυραννίδι ἐκόμησε». καὶ ὅτι κατὰ τὴν Ἡροδότου ἱστορίαν ποτὲ χρόνου Ἀργεῖοι μὲν διά τι πένθος κατεκείροντο τὰς κεφαλὰς πρότερον κομῶντες· Λακεδαιμόνιοι δὲ οἱ νικήσαντες ἔθεντο νόμον μὴ κομῶντες πρώην ἀπὸ τούτου κομᾶν. [ὡς δὲ καὶ συγγενῶς ἔχει ὁ καρηκομόων καὶ ὁ ἀκειρεκόμης καὶ ὁ ἀκερσεκόμας, αἱ χρήσεις δηλοῦσιν]. (v. 8) Ὅτι τὸ «βάσκ' ἴθι» ταὐτολογίαν ἔχει, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ γέγραπται, κατὰ τὸ σχῆμα τὸ ἐκ παραλλήλου λεγόμενον. καί εἰσιν ἰσοδύναμοι λέξεις τό τε ἴθι καὶ τὸ βάσκε· ἢ καὶ ἄλλως, τὸ μὲν βάσκε ἀντὶ τοῦ πορεύθητι, τὸ δὲ ἴθι κατὰ τοὺς παλαιοὺς ἐπίρρημα παρακελεύσεως, ὡς καὶ παρὰ Σοφοκλεῖ· «ἴθ' ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν». τοὺς δὲ γράφοντας ὑφ' ἕν, «βάσκιθι», ἀνατρέπουσιν οἱ παλαιοί. καθ' ὁμοιότητα δὲ τοῦ βάσκ' ἴθι ῥηθήσεταί που ἐν τοῖς ἑξῆς καὶ τὸ «δεῦρ' ἴθι», ἐπὶ προσκλήσεως μέντοι ἐκεῖνο. Ἰστέον δέ, ὡς ἀσύνδετον ὧδε σχῆμα τὸ «βάσκ' ἴθι, οὖλε ὄνειρε, ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος ἀγορεύεμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε Ἀχαιοὺς πανσυδίῃ». ἀσυνδέτως γὰρ εἶπε βάσκ' ἴθι, ἀγόρευε, κέλευε. καὶ ἔστι, φασίν, ὁ λόγος ἀρχοντικὸς