Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.257
Not analysed yet
Ἀγυιέως Ἀπόλλωνος ἵδρυντο, τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου. ὅτι δὲ καὶ προπαροξύνεται ἡ ἀγυιά, δηλωθήσεται ἐν τοῖς ἑξῆς.] (v. 13) Ὅτι τὸ ἀμφιβάλλειν καὶ ἀμφισβητεῖν καὶ ἀμφιλέκτως ἔχειν ἀμφὶς φράζεσθαι λέγει. [Οὕτω διχονοητικὸν καὶ τὸ «ἀμφὶς φρονέοντε». σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἐκτός, οἷον «ἀμφὶς ὁδοῦ δραμέτην»· ἔτι δὲ καὶ τὸ ἀμφότεροι, ὡς τὸ «ἀμφὶς ἀριζήλω». ἰστέον δὲ ὅτι καθάπερ ἀπὸ τῆς εἰς προθέσεως καὶ τῆς ἐξ καὶ τῆς πρός καὶ τῆς ἀνά καὶ κατά γίνεται ἐπιρρήματα τὸ εἴσω, τὸ ἔξω, τὸ πρόσω, ἀφ' οὗ τὸ πόρρω, τὸ ἄνω, τὸ κάτω, καὶ ἐκ τῆς περί τὸ πέριξ, ὅθεν τὸ ἀπρίξ κατὰ συγκοπήν, καὶ ἐκ τῆς ἀπό τὸ ἄπο, οὕτως καὶ τὸ ἀμφίς ἐκ τῆς ἀμφί, οὐ τῆς λαμβανομένης ἀντὶ τῆς περί, οἷον· «ἀμφ' ἀγαθὸν θεράποντα» ἢ ἀντὶ τῆς ἐν, οἷον· «ἀμφὶ πυρὶ στῆσαι τρίποδα» ἢ ἀντὶ τῆς ἐπί, οἷον· «ἣν κτεῖνεν ἀμφ' ἐμοί»· ἀλλὰ τῆς σημαινούσης τὸ δύο ἐν τῷ ἀμφίδυμος, ἀμφίστομος.] (v. 15) Ὅτι ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ ἅπτεσθαι συντάξας αἰτιατικῇ, ὡς ἐκεῖ ἐδηλώθη, ἐνταῦθα δοτικῇ συντάσσει. φησὶ γάρ «Τρώεσσι δὲ κήδε' ἐφῆπται» ἤτοι τῶν Τρώων κατὰ λόγον ἀντιπτώσεως. τινὲς δὲ τὸ ἐφῆπται ἀντὶ τοῦ ἐπίκειται, ἐπικρέμαται. λέγεται δὲ καὶ ἐπὶ τοῦ κρέμασθαι τὸ ἅπτεσθαι, ὡς δηλοῖ τό «βρόχον ἥψατο». ἐρεῖ δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· «ὀλέθρου πείρατ' ἐφῆπται» κατὰ ὁμοίαν ἔννοιαν. κήδεα δὲ αἱ βλάβαι ἀπὸ τοῦ κήδω τὸ βλάπτω, τοῦ ἀντιφραζομένου μὲν πρὸς τὸ ἕτερον κήδω, ἐξ οὗ καὶ ὁ κηδεμὼν καὶ ὁ κηδεστής, ἔχοντος δὲ καί τινα ὁμοιότητα· καὶ γὰρ καὶ ὁ κηδόμενος φροντίζει τῶν φιλουμένων καὶ ὁ κήδων τῶν μισουμένων, πλὴν ὁ μὲν εἰς καλόν, ὁ δὲ εἰς κακόν. (v. 19) Ὅτι ἐν μὲν τῷ τέλει τῆς ἄλφα ῥαψῳδίας γλυκὺν ἔφη τὸν ὕπνον, ἐνταῦθα δὲ μελίφρονα καὶ ἀμβρόσιον, τὴν αὐτὴν δηλῶν ἔννοιαν. γλυκὺ γὰρ καὶ ἡ ἀμβροσία, ἧς παρώνυμον ὁ ἀμβρόσιος, οἷον· «περὶ δ' ἀμβρόσιος κέχυτο ὕπνος». προϊὼν δὲ καὶ τὴν νύκτα, καθ' ἣν ὁ ὕπνος, ἀμβροσίαν ἐρεῖ. Τὸ δὲ ἐκέχυτο ὡς ἐπὶ ὑγροῦ ἔφη περιχεομένου ὅλῳ τῷ σώματι. τοῦτο δὲ διὰ τὴν ἐν ὕπνῳ ἀπραξίαν ὅλου τοῦ σώματος καὶ διότι ὁ ὕπνος, φασίν, ἐξ ὑγρότητος. ὁ δὲ περικεχυμένος ὕπνος εἰκότως ἂν καὶ νήδυμος λέγοιτο, ἐξ οὗ ὡς ἀπὸ ὑγροῦ τινος βαθέος οὐκ ἔστιν