Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.258
Not analysed yet
ἀναδῦναι τὸν ὑπνώττοντα. ὅρα δὲ ὡς ἡ Ὁμηρικὴ ἀμβροσία καὶ ὁ ἐξ αὐτῆς ἀμβρόσιος ὕπνος, ἀλλὰ δὴ καὶ τὸ νέκταρ, ἀπέχρησε τοῖς ὕστερον καὶ εἰς κυρίων ὀνομάτων εὕρεσιν· Ἀμβρόσιος γάρ τις ἀνὴρ ἐκλήθη καί τις ἕτερος Νεκτάριος. Ὅτι Ὅμηρος εἰδὼς, ὡς εἰώθαμεν ἄνθρωποι ἐν ὕπνοις ἐκείνους ὡς ἐπὶ πολὺ φαντάζεσθαι, οἷς προσπαθῶς πως ἔχομεν [κατὰ τὸ «οὗ περ ὀΐω μεμνήσεσθαι ἔν περ ὀνείρῳ»], τῷ Νέστορι πλάττει ἀπεικασθῆναι τὸν ὄνειρον. διὰ τί; διότι, φησί, μάλιστα γερόντων αὐτὸν ὁ Ἀγαμέμνων ἐτίμα, οὐ μόνον ὡς συνετὸν ἀλλὰ καὶ ὡς φιλοβασιλέα, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐδείχη καὶ μετὰ ταῦτα δὲ φανήσεται. δῆλον δὲ ὅτι πᾶς ὄνειρος καθ' αὑτὸν μὲν ἀθέατος, τῇ δὲ πρὸς τὰ πρόσωπα ἢ πρὸς ἕτερά τινα σώματα ἐξομοιώσει τῇ φαντασίᾳ γίνεται θεατός. (v. 20) Ἵστασθαι δὲ ὑπὲρ κεφαλῆς τῷ βασιλεῖ λέγει τὸν ὄνειρον αἰνιττόμενος ἐν τῇ κεφαλῇ τὸ λογιστικὸν εἶναι, ὅπου καὶ ὁ ἐγκέφαλος, ἐξ οὗπερ ἡ ἀρχὴ τῶν αἰσθήσεων. Ἡρόδοτος δὲ εἰς ὅμοιον ἱστορίας τρόπον ἐλθὼν ἄλλως ἔφρασεν εἰπών· «ὑπερστὰν δὲ τὸ ὄνειρον τοῦ Ἀρταβάνου εἶπε». (v. 21) Γέροντας δέ φασιν οἱ παλαιοὶ παρ' Ὁμήρῳ τοὺς ἐντίμους λέγεσθαι, ὥσπερ δὴ καὶ ἐνταῦθα καὶ μετ' ὀλίγον ἐν τῷ «βουλὴ μεγαθύμων γερόντων». ἐν οἷς καὶ Διομήδης ἦν καὶ οἱ Αἴαντες, οἳ χρόνῳ μὲν οὐκ ἦσαν γέροντες, ἄλλως μέντοι ὡς ἔντιμοι μετὰ τῶν γερόντων κατελέγοντο. ὅτε μέντοι ὁ ποιητὴς γέροντα ἑνικῶς εἴπῃ, τότε δὴ τὸν τῷ χρόνῳ πεπαλαιωμένον δηλοῖ. Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ «γέροντας ἀριστῆας Παναχαιῶν» γέροντας τοὺς ἐντίμους εὑρήσομεν δηλουμένους, ἐν οἷς οὐ μόνον γέροντες τῇ ἡλικίᾳ καί ποτε ὄντες ἀριστεῖς, ἀλλὰ καὶ νέοι ἐνεργοῦντες ἄρτι τὸ ἀριστεύειν, οἳ παραχωροῦντες τῆς κλήσεως τῶν ἀριστέων τοῖς γηραιοῖς ἀντιλαμβάνουσι τὸ λέγεσθαι καὶ αὐτοὶ γέροντες, οὐ μόνον διὰ τὸ ἄξιοι εἶναι τοιοῦτοι γενέσθαι διὰ μακροβιότητος, ἀλλὰ καὶ διὰ φρόνησιν, δι' ἣν καὶ ὁ Τυρσηνὸς Τάρκων καὶ ὁ Τρωϊκὸς Κύκνος πολιοὶ ἐκ γενετῆς φημίζονται. τάχα δὲ καὶ ὡς οἷον ἐκ μέρους ἀριστεῖς μὲν οἱ γέροντες διὰ τοὺς ἐν τῷ τοιούτῳ συλλόγῳ ἀριστέας, γέροντες δὲ αὖ πάλιν οἱ ἀριστεῖς διὰ τοὺς συναναμεμιγμένους αὐτοῖς γέροντας κατά τινα οἷον ἐπάλλαξιν ἢ ἀντίδοσιν. (v. 24) Ὅτι «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε». γνωματεύει δὲ ὁ λόγος ὅτι ἀνὴρ μὲν ἰδιώτης τάχα ἂν οὐκ ἐπιψόγως ὑπνώσῃ παννύχιος καὶ οὐδὲ ὁ ἁπλῶς βουληφόρος ἄγρυπνος ἔσται, ὁ μέντοι βουληφόρος βασιλεὺς οὐκ ἂν διὰ πάσης δεόντως ὑπνώσῃ νυκτός. (v. 25) Τὸ γάρ «ᾧ λαοὶ ἐπιτετράφαται καὶ τόσσα μέμηλε»