Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.269.1
Not analysed yet
καὶ ἀφίστασθαι ἢ ἐνεργητικῶς τὸ χωρίζειν καὶ νόσφι καὶ πόρρω ποιεῖν. παρὰ μέντοι τοῖς ὕστερον τὸ ἰδιοποιεῖσθαι νοσφίζεσθαι λέγεται, τὸ δ' αὐτὸ καὶ σφετερίζεσθαι. [Καὶ ἄλλως δὲ φράσαι, πάλαι μὲν νοσφίζεσθαι τινας ἦν τὸ νόσφι τινὸς ἑαυτὸν ἀπάγειν καὶ οὕτω χωρίζειν, εἴτε λόγος ἦν ἐκεῖνο εἴτε πρᾶγμα· νῦν δὲ νοσφίζεταί τις εἰς ἑαυτὸν ἐπισπώμενος τὸ ἀλλότριον καὶ νόσφι τοῦ ἔχοντος ποιῶν αὐτό. ὅτι δὲ τὸ νόσφι ἐκ τοῦ ἴς ἰνός γίνεται ἴνοσφι, καὶ ἀφαιρέσει καὶ συγκοπῇ νόσφι, δηλοῦσιν οἱ παλαιοί]. (v. 80—2) Ἰστέον δὲ ὅτι Νέστορος εἰπόντος, ὡς «εἰ μέν τις ἄλλος τῶν Ἀχαιῶν εἶπε τὸν ῥηθέντα ὄνειρον, ψεῦδος ἂν φαῖμεν», τουτέστιν ἔφημεν, «καὶ νοσφιζοίμεθα μᾶλλον», τουτέστι χωριζοίμεθα, πόρρω γενοίμεθα, ὡς προδεδήλωται, «νῦν δὲ ἴδεν ὃς μέγ' ἄριστος ἐν στρατῷ εὔχεται εἶναι», δοξάζειν φαίνεται ὁ ποιητὴς τοὺς τῶν σπουδαίων ἀνδρῶν ὀνείρους ὡς ἐπὶ πολὺ ἀληθεῖς εἶναι, ὥσπερ δὴ καὶ ἐνταῦθα. εἰ μὲν γὰρ ὁ τυχών, φησίν, ἄνθρωπος ἔφη τὸν ὄνειρον, τάχ' ἂν ἐνομίσθη ψεύδεσθαι· ἐπεὶ δὲ Ἀγαμέμνων ὁ διοτρεφὴς καὶ διογενὴς εἶδεν αὐτόν, οὐκ ἀπεικὸς τῷ τοιούτῳ ἀληθῆ Διὸς ἄγγελον ὄνειρον ὡς ἀγχιθέῳ καταπεμφθῆναι. καίτοι τινὲς ἄλλως εὐήθη τὸν λόγον εἶπον εἶναι τοῦ Νέστορος ἢ κολακευτικὸν λέγοντες, ὡς οὐ κατὰ διαφορὰν οἱ δυνατώτεροι τοὺς ἀληθεῖς ὀνείρους ὁρῶσιν. ἔτι δὲ καὶ ἄλλον τρόπον οἱ παλαιοί φασιν ἀληθεύειν ἂν τὸν τοῦ βασιλέως ἐπὶ τοιούτοις ὄνειρον. οἷς γάρ, φασίν, οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ θεόθεν ἐμφάσεις. τοῖς δ' αὐτοῖς οἰκεῖον καὶ τὸ ἀληθεύειν ἐπὶ τῇ αὐτῶν ἀφηγήσει. οἷς γὰρ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν οἱ τοιοῦτοι ψεύσωνται. διόπερ οὐκ ἂν ὁ Ἀγαμέμνων, ἐφ' οἷς ἰδεῖν λέγει, ψεύσεται. καὶ μὴν καὶ ἄλλως εἰπεῖν, οὐ ψευδεῖς τοὺς τῶν ἄλλων ὀνείρους ὁ Νέστωρ λέγει οἷα μόνων τῶν βασιλικῶν ἀληθευομένων, ἀλλ' ἐκείνους μὲν ὑπόπτους εἶναι καὶ μᾶλλόν φησι νοσφιζομένους ἤτοι χωριζομένους πίστεως, τοὺς δὲ βασιλικοὺς οὐ τοιούτους εἶναι. τίνι γὰρ ἂν χαριζόμενος ὁ βασιλεὺς μείζονι ψεύσηται; ἔτι δὲ οὐδὲ εἶπεν ὁ γέρων ὅτι, ἐὰν ἄλλος εἶπε, ψευδὴς ἦν ὁ ὄνειρος· ἀλλ' ἐκεῖνος ἂν ὁ εἰπὼν ἰδεῖν ἐψεύσατο τὸ ἰδεῖν. ὁ δὲ Ἀγαμέμνων οὐ ψεύδεται τὸ ἰδεῖν· οὐ γὰρ ἂν ἑαυτὸν ἀπατῴη. ὅτι δὲ καὶ ἀληθεύει ὁ ὄνειρος τοῦ βασιλέως, οὐδ' αὐτὸ εἶπεν ὁ Νέστωρ σαφῶς, ἀλλ' ἔστιν αὐτῷ τοιοῦτος ὁ λόγος· «εἰ μέν τις ἄλλος εἶπεν ἰδεῖν», δηλονότι τὸν ὄνειρον, «τυχὸν ἂν ἔδοξε ψεύδεσθαι, ἐπεὶ δὲ ὁ βασιλεὺς ἰδεῖν φησιν», ὁ ἐν τῷ στρατῷ μέγα ἄριστος, «ἴδεν ἄρα». οὔκουν λέγει ὅτι ἀληθὴς ὁ ὄνειρος, ἀλλ' ὅτι ἀληθῶς ἴδεν αὐτὸν ὁ βασιλεύς. ὅρα δὲ ὅτι καὶ τὸν σοφώτατον Νέστορα ἡ λοξότης τοῦ ὀνείρου ἔλαθε καὶ τοὺς ἄλλους δὲ πάντας διὰ τὸ πεπρωμένον, ὡς ἂν εἴποι τις. ἔνθα καὶ ἔστιν εἰπεῖν, ὡς ἐὰν ὁ Ἀγαμέμνων, ὡς προεγράφη, νήπιος παρὰ τῷ ποιητῇ, ὡς μὴ ἐπιστήσας τῷ τοῦ ὀνείρου σκοπῷ, διὰ τί μὴ καὶ οἱ ἄλλοι νήπιοι οἱ συναγνοήσαντες μηδὲ βασανίσαντες; καὶ τάχα λύει τὸ τοιοῦτον ἄπορον ἡ τοῦ Ζηνοδότου γραφή· ἐκεῖνος γάρ, ὡς πρὸ ὀλίγου ἐρρέθη, οὐ γράφει τὸν βασιλέα ἐξηγησάμενον τὸν ὄνειρον, ὡς ἐκ τοῦ Διὸς ἐμηνύθη, ἀλλὰ συνέτεμε