Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.268
Not analysed yet
γὰρ ὁ βασιλεὺς δημηγορήσας ἕζετο, εἶπεν ὁ ποιητής· ὅτι δὲ φθάσας ἀνέστη δημηγορῆσαι, οὐκ ἐπεσημήνατο, ἀλλ' ἐσιώπησε· καὶ ἔστι καὶ τοῦτο μέθοδος συντομίας, ὡς μὴ θέλοντος τοῦ ποιητοῦ ἐνδιατρίβειν τοῖς μὴ καιρίοις. καὶ νῦν μὲν τὸ τέλος εἰπὼν ἀπεσιώπησε τὴν ἀρχήν, ἀλλαχοῦ δὲ ἀνάπαλιν ποιεῖ, ὡς καὶ ὅτε τραπέζας παρατίθεσθαι λέγων τὴν ὕστερον ἀφαίρεσιν αὐτῶν σιωπᾷ. (v. 77) Ὅτι τὸ «Πύλου ἠμαθόεντος» ἀντὶ τοῦ ἠμαθοέσσης, εἰ μὴ ἄρα τις ἀρσενικῶς ὀνομάσει τὸν Πύλον—ὅπερ, εἰ καὶ παρὰ ἄλλοις ἐστίν, ὡς προείρηται, ἀλλὰ παρὰ τῷ ποιητῇ οὐ φαίνεται—τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ «ὑλήεντι Ζακύνθῳ» ἀντὶ τοῦ ὑληέσσῃ, ὁμοφωνοῦντος τοῦ θηλυκοῦ τῷ ἀρσενικῷ, ὡς καὶ ἐπὶ ἄλλων καταλήξεων γίνεται, οἷον ἐν τῷ «κλυτὸς Ἱπποδάμεια» καὶ «ἀγγελθεῖσά μοι γενναῖος» καὶ «φωκάων ὀλοώτατος ὀδμή» καὶ «πικρὸς ὀδμή» καὶ «ἀκοὴ λίχνος» καὶ «νεκρὸν δάμαρτα» καὶ ἐν ἄλλοις μυρίοις. ἠμαθόεις δὲ Πύλος ἢ ἡ γῆν ἀμαθώδη ἔχουσα ἤτοι ὑπόξηρον—τοιοῦτον γὰρ ἡ ἄμαθος—ἢ περὶ ἣν ποταμὸς ῥέει καλούμενος Ἄμαθος, ὥς φησιν ὁ Γεωγράφος λέγων· Ἄμαθος ποταμὸς περὶ Πύλον, ἀφ' οὗ ἠμαθόεις δοκεῖ καλεῖσθαι αὐτὸς ἤγουν ὁ Πύλος. τὸ δὲ ἀμαθώδη τὴν ὅλην ἐκεῖ χώραν ἢ τὸν Πύλον εἶναι ψεῦδος ἐκεῖνος εἶναί φησι. τινὲς δὲ καὶ τριῶν Πύλων οὐσῶν περὶ ἑκάστην αὐτῶν ποταμὸν ῥέειν φασὶν Ἄμαθον. ἔσται δὲ τούτου μνεία καὶ ἐν τῇ Βοιωτίᾳ. (v. 79). Ὅτι ἡγήτορες καὶ μέδοντες οἱ βασιλεῖς. δηλοῦται δὲ διὰ μὲν τοῦ ἡγήτορες τὸ τῶν βασιλέων ἡγεμονικόν, διὰ δὲ τοῦ μέδοντες τὸ βουλευτικὸν ἀπὸ τοῦ μήδω, τὸ βουλεύομαι. οὐ γὰρ μόνον ἡγεῖσθαι τὸν ἄρχοντα χρὴ ἀλλὰ καὶ πρόβουλον εἶναι. (v. 81) Ὅτι νοσφίζεσθαι παρὰ μὲν τῷ ποιητῇ τὸ νόσφι καὶ χωρὶς γίνεσθαι