Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.272.1
Not analysed yet
ἡ παραβολὴ ὅλη τῷ πράγματι ὅλῳ προσαρμόζειν ἐνταῦθα δύναται. καὶ γὰρ τὰ μὲν ἔθνη τῶν μελισσῶν ἐκ μιᾶς πέτρας ἐξερχόμενα σκεδάζονται ἐν τοῖς ἄνθεσιν· οἱ δὲ Ἕλληνες τοὐναντίον ἀπὸ πολλῶν σκηνῶν καὶ νηῶν ἐξερχόμενοι εἰς ἕνα τόπον τὸν τῆς ἀγορᾶς εἶχον τὴν ὁδόν, ὥστε κατὰ τοῦτο ἐναντία ἐστὶ καὶ ἀνομοία ἡ παραβολὴ τῷ πράγματι. πρὸς ἓν γοῦν καὶ μόνον παρέλαβεν ὁ ποιητὴς ἐνταῦθα τὴν παραβολήν, ἵνα δείξῃ ὅτι, ὥσπερ αἱ μέλισσαι πολλαὶ καὶ βοτρυδόν, οὕτως οἱ Ἕλληνες πολλοὶ καὶ ἰλαδόν. ἐὰν δὲ ἐκ πέτρας αἱ μέλισσαι, ἀπὸ δὲ τῶν σκηνῶν οἱ Ἕλληνες, τοῦτο ὁ ποιητὴς οὐ προσλογίζεται. δεῖ γὰρ εἰδέναι ὅτι οὐ συχναὶ παρ' αὐτῷ εὑρεθήσονται παραβολαὶ ὅλαι διόλου συμβιβαζόμεναι τοῖς ὑποκειμένοις πράγμασιν, ὡς ἐπὶ πολὺ δὲ τὸ μὲν πλεῖον μέρος τῆς παραβολικῆς διασκευῆς ἄχρηστον τῷ ποιητῇ· ἔστι δ' ὅτε καὶ ἐναντίον πρὸς τὸ πρᾶγμα εὑρίσκεται, ὀλίγον δέ τι μέρος ἐκ τῆς παραβολῆς τῷ πράγματι συμβιβάζεται. ἔστι γὰρ ἡ μέθοδος τοιαύτη τις τῷ ποιητῇ ἐν ταῖς παραβολαῖς. τῶν παραβολῶν τὰς μὲν πάνυ συντομώτατα καὶ ἀπερίττως ἐξάγει, οἷον ὡς ὅτε εἴπῃ, ὅτι ἡ Θέτις ἀνέδυ τῆς θαλάττης «ἠΰτ' ὀμίχλη». παραβολὴ γὰρ τὸ καθὰ ὀμίχλη. τοιοῦτον καὶ τὸ «ὄρνιθες ὥς» καὶ «οἳ δὲ λύκοι ὣς ἐπόρουσαν». τὰς δὲ εἰς πλάτος μὲν ἐνδιασκεύως ἐκφέρει ἀφηγουμένας ἀπαραλείπτως χάριν ἱστορίας ἅπαν τὸ πρᾶγμα, ὡς εἴωθεν αὐτὸ γίνεσθαι, ἀφίησι δὲ τῷ ἀκροατῇ ἐπιλέγεσθαι τῆς παραβολῆς τὰ τῷ πράγματι χρήσιμα, τὰ δὲ λοιπὰ ἐᾶν κεῖσθαι εἰς ἐντέλειαν παραβολικῆς ἀφηγήσεως. οὕτω τοίνυν καὶ ἐνταῦθα τῆς παραβολῆς ἐχούσης, ὅτι αἱ μέλισσαι ἐκ πέτρας ἔρχονται καὶ ὅτι πέτονται καὶ ὅτι ἐπὶ ἄνθεσιν ἐαρινοῖς καὶ ὅτι αἱ μὲν ἐνταῦθα, αἱ δὲ ἐνταῦθα, καὶ ὅτι βοτρυδὸν πέτονται, τοῦτο καὶ μόνον ἐκ τῆς παραβολῆς χρήσιμον πρὸς τὸ πρᾶγμα. ὡς γὰρ αὐταὶ βοτρυδόν, οὕτως οἱ Ἕλληνες ἰλαδόν, ὡς ταὐτὸν ὂν τὸ βοτρυδὸν συνῆχθαι τὰς μελίσσας καὶ ἰλαδὸν ἵεσθαι τοὺς Ἕλληνας, ὅ ἐστι φαλαγγηδὸν καὶ κατὰ ἴλας. συστροφὴν γὰρ πλήθους δηλοῖ καὶ τὸ βοτρυδόν καὶ τὸ ἰλαδόν καὶ ποιότητος ἀμφότερά εἰσιν ἐπιρρήματα. τάχα δὲ καὶ τὸ ἅλις αὐτὰς πέτεσθαι, ἤγουν ἠθροισμένως, χρήσιμον εἰς τὴν παραβολήν· τὸ γὰρ ἅλις πέτεσθαι ὅμοιόν ἐστι πρὸς τὸ βοτρυδόν καὶ ἰλαδόν. τὰ δὲ ἄλλα πάντα τῆς παραβολῆς πρὸς μὲν τὴν ἱστορίαν τῶν μελισσῶν καλῶς ἔχει καὶ ἐντελῶς, πρὸς δὲ τὸ πρᾶγμα πάντῃ ἔχει ἀργῶς. οὔτε γὰρ ἐκ πέτρας οἱ Ἕλληνες οὔτε πέτονται οὔτε ἐπὶ ἄνθη, οὔτε οἱ μὲν ὧδε, οἱ δὲ ἐκεῖ. ταύτην δὴ τὴν παρατήρησιν φυλακτέον καὶ ἐπὶ τῶν ἐφεξῆς πλατειῶν παραβολῶν. ὀλιγάκις γάρ, ὡς εἴρηται, παραβολὴ ὅλη διόλου ἐφαρμόζει τῷ πράγματι. καὶ ταῦτα μὲν οὕτω. Τὰ δὲ κατὰ μέρος τῆς ῥηθείσης παραβολῆς τοιαῦτα. [(v. 87) Τὸ μὲν ἠΰτε παραβολικὸν ἐπίρρημά ἐστιν, ὡς προδεδήλωται, οὗ προηγεῖται τὸ εὖτε, ὡς καὶ αὐτὸ εἴρηται, διαλυθὲν εἰς τὸ ἠΰτε. ἰστέον γὰρ ὡς ἡ ευ δίφθογγος πολλαχῶς ἀλλοιοῦται καὶ οὐ μόνον φυλάσσεται κινουμένη, ὡς ἐν τῷ εὔχω εὐχή, ἀλλὰ καὶ μεταμορφοῦται πολυειδῶς ἢ τοῦ υ ἐκπίπτουσα, ὡς ἐν τῷ σπεύδω σφεδανόν, τεύχω τέχνη· ἢ τὸ ε ἀποπτύουσα, ὡς ἐν τῷ