Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.273
Not analysed yet
φεύγω φυγή, ἐρεύγω ἐρυγή, πεύθω Πυθών· ἢ τὸ ε μόνον τρέπουσα εἰς ο, οἷον σπεύδω σπουδή, ἢ τὸ υ εἰς ι, οἷον φεύγω φευδωδός, φασί, καὶ φειδωλός ὁ φεύγων τὸ διδόναι· ἢ ἅμα μεταβάλλουσα τὸ ε εἰς ο καὶ τὸ υ εἰς ι, οἷον λευγαλέος λοίγιος, ὑφ' ὧν δηλοῦται τὸ ὀλέθριον. ἔτι δὲ ἀλλοιοῦται καὶ διαλυομένη, εἶτα τρέπουσα τὸ ε εἰς η, οἷον εὔκομος ἠΰκομος. οὕτως οὖν καὶ ἐκ τοῦ εὖτε διαλύσει καὶ ἐκτάσει γίνεται ἠΰτ' ὀμίχλη καὶ ἠΰτ' ἔθνεα.] Ἔθνεα [δὲ] μελισσῶν καταχρηστικῶς λέγει· κυρίως γὰρ ἐπὶ ἀνθρώπων τίθεται ἡ λέξις, ἐφ' ὧν καὶ τὸ ἔθος κυριολεκτεῖται, ἀφ' οὗ καὶ τὸ ἔθνος παράγεται. λέγει δὲ καὶ ἐν τοῖς ἑξῆς ὁμοίως χηνῶν καὶ γεράνων καὶ κύκνων ἔθνεα καὶ μυιάων ἔθνεα παραχρώμενος τῇ λέξει καὶ ἐκεῖ καὶ μὴ θέλων ἀγέλην εἰπεῖν. κἂν γὰρ οἱ νεώτεροι ἀγέλας ἐπὶ ὀρνέων τιθῶσι, ἀλλ' Ὅμηρος τὴν τοιαύτην λέξιν τῷ τῶν βοῶν πλήθει προσήρμοσε. βούλονται δὲ οἱ νεώτεροι ἐπὶ μελισσῶν οὐκ ἔθνος λέγειν, ἀλλὰ σμῆνος· μάλιστα δὲ ἑσμὸν μετὰ δασέος πνεύματος, ὡς δηλοῖ παρὰ Ἀριστοτέλει ὁ ἀφεσμός. τὸ γὰρ σμῆνος οὐ μόνον ἐπὶ πλήθους λέγεται μελισσῶν, ἀλλὰ καὶ τὸ σίμβλον ἤτοι τὸ ἀγγεῖον, ἐν ᾧ τὸ μέλι ἀποτιθέασιν αἱ μέλισσαι, σμῆνος καλεῖται. Τὸ δὲ μελισσάων καὶ τὸ ἀδινάων καὶ τὸ ἐρχομενάων καὶ τὸ κλισιάων σχῆμα μὲν ποιοῦσι καλὸν ἐπὶ κόσμῳ τῆς παραβολῆς, τὸ λεγόμενον ὁμοιοκατάληκτον καὶ πάρισον· εἰσὶ δὲ Αἰολικὰ πλεονασμὸν ἔχοντα τοῦ α μακροῦ· ὄγκον δὲ ποιοῦσι φωνῆς πρεπούσης μεγαλοφωνίᾳ ποιητικῇ διὰ τὴν χασμῳδίαν τὴν ἐκ τοῦ α καὶ ω. Ἀδιναὶ δὲ μέλισσαι αἱ πυκναὶ παρὰ τὸ ἄδην, ὃ δηλοῖ τὸ δαψιλῶς. διὸ καὶ δασύνεσθαι αὐτό τινες βούλονται, καθὰ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται, ὡς τοῦ ἅδην δασυνομένου παρὰ τοῖς Ἀττικοῖς. ἔνθα καὶ σημείωσαι τὴν διὰ ἑνὸς δ γραφὴν τοῦ ἄδην καὶ τὴν τοῦ α συστολήν. [Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς πολλαχῶς τὸ ἀδινόν ἤγουν τὸ ἀθρόον, ὡς ἐνταῦθα, καὶ τὸ οἰκτρόν, ὡς ἐν τῷ «ἀδινὸν στοναχῆσαι», καὶ τὸ ἁδὺ ἤγουν ἡδύ, οἷον «Σειρήνων