Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.277
Not analysed yet
δὲ καὶ νῦν ὅτι, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φανήσεται, προσπαθῶς ἔχει ὁ ποιητὴς τῷ ἐννέα ἀριθμῷ διά τε ἄλλας αἰτίας, ἃς λέγουσιν οἱ παλαιοί, οἷον καὶ ὅτι τετράγωνός ἐστι καὶ τέλειος ἐκ τελείου τοῦ τρία γινόμενος πολυπλασιασθέντος εἰς ἑαυτόν, ἀλλὰ καὶ διὰ τὰς Μούσας, αἳ τῷ ἀριθμῷ τούτῳ περιγράφονται. οἱ δ' αὐτοὶ παλαιοὶ καὶ ὡς περισσάκις περισσὸν τὸν ἐννέα σεμνύνουσιν ἀριθμὸν εἰς τρεῖς διαιρούμενον τριάδας, ὧν ἑκάστη πάλιν τριὰς εἰς μονάδας τρεῖς. πολλαχοῦ τοίνυν ὁ ποιητὴς εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμόν, ὡς δειχθήσεται. διὸ καὶ ἐνταῦθα τοὺς κήρυκας ἐννέα εἶναί φησι καὶ ἐν τοῖς ἑξῆς δέ που ἐννέα τινὰς ἀντανιστᾷ τῷ Ἕκτορι πολεμίους. Τινὲς δὲ πειρῶνται καὶ ἱστορικῶς ἀποκαθιστᾶν τὴν τῶν κηρύκων τούτων ἐννεάδα λέγοντες, ὅτι Ταλθύβιος καὶ Εὐρυβάτης Ἀγαμέμνονος κήρυκες, Ὀδίος Αἴαντος, Εὐρυβάτης ἕτερος Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου. συγκαταριθμοῦσι δὲ αὐτοῖς καὶ Στέντορα τὸν εὐρυβόαν, οὗπερ Ὅμηρος ἐν τοῖς ἑξῆς μεμνήσεται, καὶ τὸν Θοώτην, ἤδη δὲ καὶ τὸν Κάλχαντα μεγαλόφωνον καὶ αὐτὸν τεκμηριούμενοι ἐξ ὧν εὕρηταί που ἐν τοῖς μετὰ ταῦτα ὁ Ποσειδῶν τῷ Κάλχαντι ἐξομοιούμενος καὶ τοῖς Ἕλλησιν ἐμβοώμενος καὶ κελεύων μάχεσθαι. (v. 99 s.) Ὅτι τὸ «σπουδῇ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς» ἀντὶ τοῦ μόλις ἐκαθέσθη καὶ δυσχερῶς. διὸ καὶ ὁ Ἕκτωρ νυκτός που κατὰ τῶν Ἑλλήνων βουλευόμενός φησι «μὴ ἀσπουδεὶ φύγοιεν», ἀντὶ τοῦ μὴ δίχα σπουδῆς καὶ εὐχερῶς καὶ ἄνευ βίας. ὅτε μέντοι ἐρεῖ τις ἀπὸ σπουδῆς τι λέγειν, τότε ἡ λέξις τὸ ὁλοψύχως καὶ ἐνδιαθέτως καὶ ἐναγωνίως δηλοῖ. [Ἰστέον δὲ ὡς οἱ τεχνικοὶ τὸ σπουδῇ ἤγουν τὸ ῥηθὲν Ὁμηρικὸν ἐπίρρημα λογίζονται ὁμοίως τῷ κομιδῇ ἀντὶ τοῦ λίαν καὶ σὺν ἐπιμελείᾳ.] (v. 100) Ὅρα δὲ τὸ κλαγγή ἐνταῦθα ἐπὶ ἀνθρώπων κραυγῆς τεθέν. (v. 101—8) Ὅτι φθάσας μὲν ἄφθιτον ἔφη τὸ πατρῷον τοῦ Ἀγαμέμνονος σκῆπτρον, ὅπερ Ἥφαιστος ἔκαμε τεύχων· ἐνταῦθα δὲ ἐφερμηνεύων, πῶς ἄφθι-