Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.276
Not analysed yet
τὸν τοῦ ναυστάθμου αἰγιαλόν. ὅτι δὲ ᾘών δισυλλάβως καὶ τόπος ἐστὶ Στρυμόνιος καὶ Ἠϊών τρισυλλάβως πόλις ἐν Χερονήσῳ παρὰ Θουκυδίδῃ καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ, ὧν οἱ πολῖται Ἠϊονεὺς καὶ Ἠϊονίτης, δηλοῦσιν οἱ παλαιοί.] (v. 93) Ὅτι τὴν ὄσσαν ἐνταῦθα φανερῶς ἄγγελον Διὸς λέγει, τουτέστιν ἀέρος, ἐν τῷ «μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ' ἰέναι, Διὸς ἄγγελος», ἥτις ἐξακουομένη διὰ τοῦ ἀέρος ὀτρύνει τοὺς Ἕλληνας εἰς ἀγοράν. εἴη δ' ἂν λέγων ἀλληγορικῶς ὄσσαν ἢ τὴν τῶν βασιλέων ἄρτι κέλευσιν, οἷς πειθόμενοι συνήγοντο, ἢ τὴν πάντων τῶν Ἀχαιῶν πρὸς ἀλλήλους ἐγκέλευσιν, οἳ ἐπέκεινα τῶν ἐννέα κηρύκων ὤτρυνον καὶ αὐτοὶ ἑαυτοὺς εἰς τὴν ἀγοράν. Ὅρα δὲ τὸ «ὄσσα δεδῄει» ἀντὶ τοῦ ἔλαμπε, καθ' ὁμοιότητα φρασθὲν τοῦ «ἐνοπή», ὅ ἐστι μάχη, «δεδῄει», ὡς ἀπὸ τοῦ δαίω, τὸ καίω· ἴσως δὲ καὶ ἀπὸ τοῦ δαίω, τὸ μερίζω· πολλοὶ γὰρ οἱ βοῶντες· ἢ ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, ἀφ' οὗ ὁ διδάσκαλος, ἵνα δηλοῖ τὴν διδάσκουσαν τοὺς ἀκούοντας τὸ ποιητέον. ποιηταῖς δὲ μόνοις ἡ λέξις αὕτη φιλεῖται. [ὡς δὲ θεία λέξις παρὰ ποιηταῖς ἡ ὄσσα δηλοῦσά ποτε καὶ μαντείαν, πολλαχοῦ φαίνεται.] (v. 94—6) Ὅτι ἐκφράζων ἐν ὀλίγῳ τὸν τῆς ἀγορᾶς θροῦν φησιν· «οἳ δ' ἀγέροντο· τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστοναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δ' ἦν». (v. 95) Ἔστι δὲ τετρήχει μὲν κατὰ ὀνοματοποιΐαν τὸ τετάρακτο ἢ τετράχυντο ἀπὸ τοῦ τεταράχει συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς η. Τὸ δὲ στοναχίζεσθαι ὠνοματοπεποίηται καὶ αὐτὸ καὶ δηλοῖ ποιὰν βοήν τινα, καθὰ καὶ τὸ στένειν ἐπὶ θαλάσσης παρὰ Σοφοκλεῖ λεγόμενον· οὐ μόνον γὰρ ἐπὶ θρήνου ἡ λέξις τίθεται ἀλλὰ καὶ ἐπὶ ἁπλῶς θορύβου. (v. 96) Ὅμαδος δὲ ἡ ὁμοῦ αὐδή, ὁ κοινὸς θόρυβος, ὅπερ καὶ ἀλαλητὸς λέγεται, οἱονεὶ ὁμολαλητός. [Ὅρα δὲ ὡς ἀναλόγως τῇ ὀτρυντύϊ τῆς ὄσσης κατεσπευσμένα παρενέσπαρται κομματικὰ ποιοῦντα γλυκύτητα, τὸ «οἳ δ' ἀγέροντο» καὶ ἑξῆς ἕως τοῦ «ὅμαδος δ' ἦν». (v. 95) Τοῦ δὲ στεναχίζετο, οὗ πολλάκις ἡ ἄρχουσα καὶ διὰ τοῦ ο μικροῦ προφέρεται, διπλῆ ἡ παραγωγὴ ἐκ τοῦ στένω· στενάχω γὰρ ἐξ αὐτοῦ, εἶτα στεναχίζω.] (v. 96 s.) Ὅτι ἐννέα κήρυκες βοῶντες τοὺς Ἕλληνας κατεσίγαζον. αὔξησις δέ ἐστι καὶ τοῦτο τοῦ θορύβου τῆς ἀγορᾶς, εἰ τοσοῦτοι κήρυκες μόλις ἔπειθον αὐτοὺς σχέσθαι μὲν τῆς βοῆς, ἀκοῦσαι δὲ τῶν βασιλέων. Σημείωσαι