Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.280
Not analysed yet
Ἀργεϊφόντην τὸν φονέα τοῦ Ἄργου καλεῖ, ὃν φύσεως τέρας ἡ ἱστορία παραδίδωσιν ὀφθαλμοὺς αὐτῷ ἀνοίξασα διὰ παντὸς τοῦ σώματος, οὓς ἄλλοτε ἄλλους ἀνοίγων καὶ τοῖς μὲν μύων, τοῖς δὲ βλέπων, ἄϋπνος ἦν διὰ βίου ἄστροις μέν τισιν ἀνατέλλουσιν ἐπανοίγων τοὺς μύοντας ὀφθαλμοὺς συνανατέλλοντας ὥσπερ καὶ αὐτούς, ἑτέροις δὲ αὖ πάλιν τῶν ἀστέρων δυομένοις ἐγκαταμύων τοὺς βλέποντας ὀφθαλμοὺς καὶ ὥσπερ συγκαταδύων τὸν ἐν αὐτοῖς ὀπτικὸν ἥλιον, ὃ καὶ Εὐριπίδης δηλοῖ ἐν οἷς φησιν Ἄργου ὄμματα «τὰ μὲν ξὺν ἄστρων ἐπιτολαῖσι βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα». καὶ οὕτω μὲν ὁ μῦθος πολυωπὸν πλάττει τὸν Ἄργον. Ἡ δὲ ἱστορία τὸν Ἄργον τοῦτον, ὃς καὶ πανόπτης ἐπεκαλεῖτο, πολυπράγμονα τὰ εἰς ὄψιν εἶναι βούλεται καὶ ὀριγνώμενον πᾶσι παρεῖναι πράγμασι καὶ ἀεί ποτε καὶ ὡς οἷόν τε συνεχῶς πάντα ὁρᾶν καὶ μηδὲν τῶν ὑπὸ τὴν ἀρχὴν αὐτοῦ διαλανθάνειν αὐτόν. ἴσως δὲ καὶ ἀγχίνους ὁ ἄνθρωπος ἦν καὶ τὰ μὲν ὁρῶν, τὰ δὲ προορῶν, ὁποῖον ὁ ποιητὴς λέγει τὸν βλέποντα τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ὡς προγέγραπται. τυχὸν δὲ καὶ ὀξὺς ἦν τὴν θέαν, ἀλλὰ καὶ ἐγρηγορὼς τὰ πολλὰ καὶ ὀλίγῳ ὕπνῳ ἑαυτὸν ἐπιτρέπων. διόπερ ὁ μῦθος πολλοὺς ὀφθαλμοὺς αὐτῷ ἐφιλοτιμήσατο. εἰκὸς δὲ καὶ εὐθυόνειρον εἶναι τὸν ἄνθρωπον καὶ ἐδόκει καὶ κατὰ τοῦτο ἄϋπνος εἶναι ὡς καὶ ἐν τῷ ὑπνοῦν ἐοικὼς καθορᾶν διὰ τὴν ἀληθῆ τῶν φαντασιῶν ἔκβασιν. Ὥσπερ δὲ τὸν Ἄργον ὁ μῦθος αἰνιγματωδῶς ἐσέμνυνεν, οὕτω καὶ ἄλλον τινὰ πολλὰ πράττοντα ταῖς χερσὶν Ἑκατόγχειρα ἔπλασε καί τινι ἀκαμάτῳ τὴν πορείαν ὄντι ἀπὸ χαλκοῦ τὸ σκέλος ἐσφυρηλάτησε. καὶ ἀκουστικὸν δέ τινα ὄντα ὄνου φέρειν ὦτα εἶπε τερατολογῶν πολυτρόπως τὰς φιλοτιμίας τῆς φύσεως. Ἦν δὲ ὁ Ἄργος βασιλεὺς χώρας, ἥτις ἀπ' αὐτοῦ μὲν Ἄργος, ἀπὸ δὲ Πέλοπος ὕστερον ὠνομάσθη Πελοπόννησος. τὸν τοιοῦτον Ἄργον ἡ Ἥρα ἐπιστῆσαι λέγεται φύλακα τῆς Ἰοῦς, ἵνα ὁ Ζεὺς ὑπὸ τοιούτῳ σκοπῷ ἀΰπνῳ τηρούμενος ἀπέχοιτο τῆς τοιαύτης γυναικός. Ἑρμῆς δὲ δόλῳ τὸν Ἄργον καταγωνίζεται Διὸς ἀξιώσαντος καί, ἐπεὶ λαθραίως οὐκ εἶχεν αὐτὸν ἀνελεῖν, λίθῳ βαλὼν πεφόνευκε. κἀντεῦθεν Ἀργεϊφόντης λέγεται, οἷον Ἀργοφόντης, καὶ τροπῇ τοῦ ο εἰς ε καὶ πλεονασμῷ διχρόνου Ἀργεϊφόντης, ὥσπερ καὶ ἀνδροφόντης ἀνδρεφόντης καὶ κατὰ πλεονασμὸν ἀνδρεϊφόντης. καίτοι τὸ ἀνδρεϊφόντης τινὲς ὡς ἀπὸ τῆς ἀνδρί δοτικῆς διὰ τοῦ ι γράψαντες διφορεῖσθαι τὴν λέξιν πεποιήκασι· τὸ μέντοι Ἀργεϊφόντης ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. [Ἰστέον δὲ ὅτι τὸ