Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.281
Not analysed yet
Ἀργεφόντης, καθὰ καὶ τὸ ἀνδρεφόντης, ἐξ ὧν Ἀργεϊφόντης καὶ ἀνδρεϊφόντης, Δωρικά εἰσιν, ὡς Ἡρωδιανὸς δηλοῖ ἐν οἷς λέγει τοιαῦτα· αἱ εἰς ος ὀξύτονοι γενικαὶ συντιθέμεναι συμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται, οἷον Ζηνός Ζηνόθεος, θριπός θριπόβρωτος, ἁλός ἁλοθήκη· ἢ διὰ τοῦ ἰῶτα, οἷον Αἰγίπαν, [πυρίχαλκος], νυκτικόραξ. οὕτως οὖν, φησί, καὶ ἁλοτρίβανος, ὡς ἁλοπώλης καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανος μήποτε Δώριόν ἐστιν; οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντες καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.] Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ Παυσανίου Λεξικῷ φέρεται ἀργεϊφόντης ὁ ὀφιοκτόνος· ἄργην γάρ, φησίν, ἔνιοι τὸν ὄφιν καλοῦσιν. οὐ μέντοι ἱστορεῖ καὶ πῶς ὀφιοκτόνος ὁ Ἑρμῆς. (v. 104) Τὸν δὲ Πέλοπα πλήξιππον λέγει ὡς ἡνιοχικόν. τοιοῦτον γὰρ αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ὃς Φρὺξ μὲν ἀνέκαθεν ὤν, εἰς τὴν Ἑλλάδα δὲ διαβάς, κατέχει τὴν ἀπ' αὐτοῦ ῥηθεῖσαν, ὡς εἴρηται, Πελοπόννησον, καταγωνισάμενος ἅρματι τὸν Οἰνόμαον καὶ λαβὼν ἔπαθλον τήν τε βασιλείαν ἐκείνου καὶ τὴν θυγατέρα Ἱπποδάμειαν, ἣν ἐκεῖνος ἆθλον ἐτίθει τῷ νικήσαντι αὐτὸν ἅρματι. Οἱ δὲ παλαιοὶ καὶ ἄλλως πλήξιππόν φασι κληθῆναι τὸν Πέλοπα, ὡς αὐτόν ποτε κατ' ἀνάγκην τινὰ ἑαυτῷ ἡνιοχήσαντα. τοῦτο δὲ λέγουσι διὰ τὰ ἐπὶ τῷ Μυρτίλῳ θρυλλούμενα, ὃς ἡνιόχει μὲν Οἰνομάῳ τῷ τῆς ῥηθείσης Ἱπποδαμείας πατρὶ Ἑρμοῦ παῖς λεγόμενος διὰ τὸ δόλιος εἶναι καὶ λόγιος· προὔδωκε δὲ τὸν δεσπότην πεισθεὶς τῇ παιδὶ θελούσῃ τὸ κακὸν κατὰ ἔρωτα Πέλοπος καὶ τοὺς πασσαλίσκους ἤτοι ἐμβόλους ἐξελών, οἳ ταῖς χοινικίσιν ἤτοι τῷ ἄκρῳ τοῦ ἄξονος ἐνειρόμενοι κατέχουσι τοὺς τροχούς, διεκπεσεῖν αὐτοὺς ἐν τῷ καιρῷ τῆς ἁρματηλασίας πεποίηκεν. οὐ γὰρ ἔτι τοὺς ἐμβόλους εἶχον οἱ χοίνικες διὰ τὴν τοῦ Μυρτίλου πανουργίαν. καὶ οὕτω νενίκηται μὲν ὁ δεσπότης Οἰνόμαος ἢ κατά τινας καὶ ἀνῄρηται πρὸς τοῦ [πενθεροφθόρου] Πέλοπος [ὁ πρὶν γαμβροκτόνος] δεινὰ τῷ Μυρτίλῳ ἐπαρασάμενος. ἦν δὲ τὸ λοιπὸν Ἱπποδάμεια ὑπὸ τῷ Πέλοπι καὶ ὁ Μυρτίλος πρὸς τῆς δίκης ἐνηδρεύετο κατὰ τὴν ἀρὰν τοῦ Πέλοπος. ἦλθε δὴ καιρὸς καὶ ὁ Πέλοψ ὑπὸ ἡνιόχῳ τῷ αὐτῷ Μυρτίλῳ ἐφ' ἅρματος ὥδευεν ἔχων καὶ τὴν Ἱπποδάμειαν παραβαίνουσαν. διψᾷ ἡ γυνή· ἐκλαλεῖ τὸ πάθος· κάτεισιν ὁ Πέλοψ· ἄπεισιν ὑδρευσόμενος καὶ τὸν τῆς δίψης καύσωνα σβέσων τῇ γυναικί. τῇ δὲ ἄλλο πάθος ἐκκαίεται καὶ πῦρ ἔρωτος ὑπανάπτεται καὶ ἦν ὁ ἔρως ἐπὶ Μυρτίλῳ τῷ τοῦ δεσπότου προδότῃ· ὡς δὴ κατήπειγε τὸ πάθος, ἐκφαίνει αὐτὸ ἡ γυνὴ καὶ τὸν Μυρτίλον προκαλεῖται κατὰ τοῦ πυρός. ὁ δὲ ἐνταῦθα γοῦν φρένας λαβὼν οὐ πείθεται. ἐπάνεισιν ἐπὶ τούτοις ὁ Πέλοψ. καὶ ἡ γυνὴ τὸν ἔρωτα εἰς μανίαν τρέψασα—τοιοῦτον γὰρ ἔρως ἐξαμαρτάνων— φθάνει κατειπεῖν τοῦ Μυρτίλου ψευδῆ, ὡς ἄρα ὁ τοῦ πατρὸς Οἰνομάου προδότης ἐπὶ τῷ πρώτῳ δεσπότῃ ἐν οὐδενὶ τίθησι καὶ τὸν δεύτερον καὶ ἅρματι ἐπιβουλευσάμενος τότε καὶ νῦν καταδιφρεῦσαι τὸν Πέλοπα ἐν οὐ καλοῖς βεβούληται