Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.285
Not analysed yet
πλέον ἐνταῦθα τοιοῦτοι γένοιντο ἄν. Καὶ ὅρα τὸ ἐν τοῖς πρακτέοις ἀβέβαιον. ὁ γὰρ βασιλεὺς ὁ πυκινὴν βουλὴν ἀρτύνας καὶ ἄριστα βουλευσάμενος τὴν τῶν Ἑλλήνων διάπειραν μικροῦ δεῖν εἰς κακὸν ἂν ἀπώνατο τοῦ βουλεύματος. ἀλλ' οὐκ ἤδη διὰ τοῦτο καὶ κακῶς ἐβουλεύσατο· οὐ γὰρ ἐξ ἅπαντος, ὡς καὶ προείρηται, ἐκ τῶν ἀποτελεσμάτων κριτέον τὰ πράγματα. Ἔστι γὰρ οὗ καὶ βουλῆς οὐκ ἀγαθῆς τὸ τέλος εἰς ἀγαθὸν ἀπέβη, ὁποῖα τὰ τῶν Ἀθηναίων ὁ Κωμικὸς εἶναι λέγει βουλεύματα. οὐκ ἤδη δὲ διὰ τὸ τοῦ τέλους ἀγαθὸν ἀγαθὴν ἂν εἴποι τις καὶ τὴν προηγησαμένην εἶναι βουλήν. οὕτω καὶ ἀγαθὴν συμβουλὴν τέλος πολλάκις οὐκ ἀγαθὸν διεδέξατο. καὶ οὐ δήπου τῇ τοῦ τέλους φαυλότητι συναποδοκιμαστέον καὶ τὴν πρὸ ταύτης βουλήν, ἀλλ' αὐτὴν μὲν ἀποδεκτέον, τὸ δὲ τέλος ἐπιγραπτέον τῇ τῶν πρακτέων φύσει, ἅπερ ἐνδεχόμενα ὄντα ποτὲ μὲν οὕτω, ποτὲ δὲ ἄλλως ἐκβαίνουσι, [τοῦ τυχᾳδίου ἔστιν οὗ ἢ συνεπωθοῦντος ἢ ἀντιπράττοντος, ὡς εἶναι οὐκ ἀπροσφυὲς εἰπεῖν, ὅτι καὶ ἐν τοῖς τοιούτοις οἱ ἄνθρωποι πρὸς τὰς τύχας τὰς φρένας κέκτηνται.] Ἀγαθὴ μὲν οὖν ἡ βουλὴ τῷ βασιλεῖ καὶ στρατηγικὸν ἡ πρὸ τῆς μάχης διάπειρα τῶν στρατιωτῶν, ὡς γέγραπται. εἰ δὲ διεξέπεσε τοῦ σκοποῦ, ἀλλ' αὐτὸς μὲν συγγνωστέος· οἱ δὲ γέροντες ἀντιστήσονται τῷ τῆς τύχης ἀστάτῳ καὶ κωλύσουσι τὸν λαὸν καὶ ἀθροίσαντες εἰσαῦθις αὐτὸν εὐοδώσουσι τῷ βασιλεῖ τὸν σκοπόν, ὡς μετὰ ταῦτα φανήσεται, καὶ δείξουσιν οἷόν τε ἡ σύνεσις ἀγαθὸν καί, ὅτι καλῶς ὁ βασιλεὺς πεποίηκε τὸ προβούλιον. εἰ γὰρ μὴ τὴν τῶν γερόντων βουλὴν καθίσας ἐδημηγόρησεν ἐκ πρώτης τὸ φεύγωμεν, οὐκ ἦν ἂν ὁ κωλύσων σκεδαννυμένην τὴν ἀγοράν, ἀλλ' ᾤχοντο ἂν οἱ Ἕλληνες φεύγοντες. Ὅρα δὲ ὅτι ψεύσεταί ποτε ὁ σπουδαῖος, ὡς καὶ ἐνταῦθα ὁ βασιλεὺς λέγων τὸ φεύγωμεν καὶ ὅσα ἄλλα τὸ συμφέρον ὑπέβαλλεν. Ὅτι δὲ ἡ δημηγορία τῷ βασιλεῖ ἐσχημάτισται, δῆλον ἐντεῦθεν. αὐτὸς μὲν γὰρ βούλεται φεύγωμεν εἰπεῖν, τὰ δὲ εἰς τοῦτο συνωθοῦντα νοήματα, τὰ μὲν φανερῶς εἰσι κωλυτικὰ τούτου αὐτοῦ τοῦ φεύγειν, τὰ δὲ μέσως πως ἔχει καὶ ἀμφοτέρων ἐστὶ σημαντικὰ τοῦ τε φεύγειν καὶ τοῦ μή· καὶ ἀδηλίαν ἐμποιεῖ ὁπότερον βούλεται. ἔχουσι γὰρ οὕτω πως τὰ τῆς δημηγορίας. (v. 110—41) Ἐκ προοιμίου μὲν οὕτως αὐτοὺς προσφωνεῖ· «ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος». εἶτα λέγει ὅτι ὁ Ζεὺς αὐτὸν ἄτῃ ἐνέδησε βαρείῃ καὶ σχέτλιον ἐκεῖνον καλεῖ, διότι ὑποσχόμενος καὶ κατανεύσας τὴν τῆς Τροίας ἅλωσιν νῦν ἠπάτησε καὶ κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσε λαόν. εἶτα τὸν Δία σεμνολογῶν φησιν· «οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι». λέγει δὲ καὶ ὅτι πολλὰ πόλεων κάρηνα ἐκεῖνος ἔλυσε καὶ εἰσέτι λύσει. μετὰ δὲ ταῦτα αἰσχύνων τοὺς Ἕλληνάς φησιν, ὅτι «αἰσχρὸν τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι μάψ», ἤγουν μάτην, «οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον