Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.284
Not analysed yet
παντός τε τοῦ Ἄργους, ὅπερ ἐστὶν ἡ Πελοπόννησος, καὶ νήσων πολλῶν, οἷον Ῥοδίων, Αἰγινητῶν, Ἰθακησίων. φησὶ γοῦν καὶ Ὀδυσσεὺς πρὸς Κύκλωπα· «λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονός ἐσμεν». ἐκ πατέρων οὖν, φασί, Πελοποννήσου καὶ νήσων ἀρχὴν εἰληφὼς οὐ χειροτονητὸς ἦν. Καὶ ὅρα ὅτι νήσων μὲν πολλῶν τὸν Ἀγαμέμνονά φησιν ἄρχειν, Ἄργους δὲ παντός. οὐκ ἄρα Μυκηναίων μόνων εἶναι ἄρχων δοκεῖ. τινὲς μέντοι νήσους ἐνταῦθα κώμας τινὰς τοῦ Ἄργους ἐννέα φασί, χερσαίας μέν, καλουμένας δὲ νήσους, καὶ ὑπὸ ἐξουσίαν οὔσας τῷ Ἀγαμέμνονι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ καλὸν ὑπομειδιᾷ ἡ ῥηθεῖσα γενεαλογία, οἷς ἐκ τοῦ ῥητορικοῦ κάλλους ἔχει, ἀλλὰ καὶ ἑτεροίως ταῖς ποιητικωτέραις τῶν λέξεων χρῴζεται. τοιαῦται δὲ μάλιστα τό τε φορῆναι ἤτοι φέρειν, οὗ θέμα φοραίνω ἢ φόρημι, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ τὸ Θυέστα ἀντὶ τοῦ Θυέστης ἐν τῷ «αὐτὰρ ὁ Θυέστ' Ἀγαμέμνονι λεῖπε», οὗ ὁ μὲν ποιητικὸς χαρακτὴρ κατὰ τὸ «ἱππότα Φοίνιξ» καὶ «ἱππηλάτα Πηλεύς», ὁ δὲ κοινὸς κατὰ τὸ πενέστης, Ὀρέστης, ἀργέστης. Ὅτι βουλευσάμενος ὁ βασιλεὺς πειράσασθαι τῶν Ἑλλήνων, καθὰ προγέγραπται, ὡς ἂν γνῷ, εἴτε θέλουσιν ἀποκινδυνεύσειν εἴτε καὶ μή, καὶ παραγγείλας τῇ τῶν γερόντων βουλῇ ἀντιπεσεῖν καὶ κωλῦσαι αὐτόν, ἐφ' οἷς δηλονότι μέλλει δημηγορῆσαι ὡς ἐπὶ φυγῇ καὶ καταλύσει τοῦ πολέμου, εἶτα καθίσας Πανελλήνων ἀγοράν, ἀνίσταται καὶ δημηγορεῖ τοιαῦτα, ἐξ ὧν φαίνεται μὲν κατασκευάζειν τὴν τοῦ λόγου ἀξίωσιν, τῇ δὲ ἀληθείᾳ τὸ ἐναντίον τῇ ἀξιώσει συνάγει. Ἀξιοῖ μὲν γὰρ κατὰ τὸ φαινόμενον φεύγειν ἀφέντας τὸν πόλεμον. καὶ τοῦτό ἐστιν αὐτῷ πέρας τῆς δημηγορίας. αἱ δὲ κατασκευαί, δι' ὧν δείκνυται δῆθεν τὸ δεῖν φεύγειν, τοὐναντίον ἅπαν συνάγουσιν, οὔτε σταθεραὶ οὖσαι ἀλλὰ καὶ λίαν εὐδιάλυτοι. καὶ οὕτω ποιεῖται δημηγορίαν τὴν λεγομένην ἐσχηματισμένην. Σχήματι γὰρ μόνῳ καὶ προσποιήσει καὶ κατὰ μόνον τὸ φαινόμενον ἐξ ἐπιπολῆς λέγει τὸ «φεύγωμεν». ἐν δὲ τῷ βάθει τῶν λεγομένων καὶ τῇ τοῦ λόγου ψυχῇ τὸ μὴ φεύγειν καὶ κατασκευάζει καὶ βούλεται, χρώμενος ἐννοίαις ἀμφιβόλοις τε καὶ διπλαῖς καὶ ὡς οἷον εἰπεῖν ἀμφιταλάντοις, δοκούσαις μὲν κατασκευάζειν τὸ δέον εἶναι φυγεῖν, ῥεπούσαις δὲ μᾶλλον εἰς τὸ ἀνάπαλιν, ὡς εἶναι δυνατὸν τῷ λέγοντι εἰπεῖν, ὡς διὰ ταῦτα μάλιστα οὐ φευκτέον, ὦ βασιλεῦ, δι' ἅτινα σὺ φεύγειν ἀξιοῖς. Οὕτω τοίνυν ὁ βασιλεὺς τὴν δημηγορίαν στρεπτὴν κατασκευάσας καὶ ἀφορμὰς ἐνδοὺς ἀντιλογιῶν τοῖς ἀριστεῦσι καραδοκεῖ μὲν ἀπ' αὐτῶν, ὡς εἰκός, ἐναντίωσιν, καθὰ καὶ παρῄνεσεν, οὐ φθάνει δέ τις ἐκείνων ἀντιλαλῆσαι καὶ ὁ ὄχλος πρὸς μόνον τὸ φαινόμενον ἀπιδὼν ἅμα τε ἤκουσεν, ὅτι φεύγωμεν, καὶ εὐθὺς ἀναστὰς τῆς ἀξιώσεως ταύτης γίνεται. Εἰ γὰρ καὶ ἄλλως ἐν τοῖς κινδυνώδεσι κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν ἐπείθοντο οἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ μάλα ἦσαν εὐπειθεῖς, πολλῷ