Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.287
Not analysed yet
ἀναχωρεῖν ὁ βασιλεύς· ψυχῆς γὰρ βαρυνομένης ὁ λόγος· συγκέκοπται δὲ τὸ δυσκλέα ἐκ τοῦ δυσκλεέα, καί εἰσι καὶ πληθυντικαὶ χρήσεις τοιαίδε. ἄλλως μέντοι συνῃρῆσθαι ὤφειλεν ἡ τοιαύτη τρισυλλαβία σὺν περισπασμῷ κατὰ τὸ ὑγιέα ὑγιᾶ, εὐφυέα εὐφυᾶ. (v. 116) Τὸ δέ «οὕτω που Διῒ μέλλει φίλον εἶναι» διὰ τὸν δισταγμὸν τοῦ ποὺ ἐπιρρήματος τοῦ δηλοῦντος τὸ ἴσως οὐδὲ αὐτὸ γενναίως ἔχει πρὸς δημηγορίαν. οὐ γὰρ διστάζειν δεῖ τὸν ἐπὶ μεγίστοις οὕτω βουλευόμενον, ἀλλὰ ἀξιωματικῶς ἀποφαίνεσθαι. (v. 117) Τὸ δέ «ὃς πολλὰς πόλεις κατέλυσε καὶ ἔτι λύσει» οὐδ' αὐτὸ συμβάλλεταί τι πρὸς τὸ φεύγωμεν, ἀλλ' ἀνάμνησίς ἐστι τῶν προτέρων ἀνδραγαθιῶν, ἐν αἷς πολεμαρχοῦντος Ἀχιλλέως κγʹ εἷλον πόλεις, ὅθεν οὐκ ἀδύνατον καὶ τὴν Τροίαν αἱρεθῆναι, καθὰ καὶ ἐκείνας. Ἐνταῦθα δὲ σκεπτέον, ὅπως ταὐτὸν σημαίνει τὸ καταλύειν καὶ τὸ λύειν ὡς δεσμοῦ μέν τινος ὄντος τοῦ οἰκοδομεῖν, λύσεως δὲ τῆς καταρρίψεως. (v. 119—21) Τὸ δὲ αἰσχρὸν εἶναι λαὸν τοσοῦτον τῷ πλήθει καὶ τοιόνδε τῇ ἀνδρείᾳ μὰψ οὕτω πολεμεῖν ὀλιγωτέροις ἀνδράσιν ἐπ' οὐδενὶ τέλει, ἀναντιρρήτως ἐμποδιστικὸν τοῦ φεύγειν ἐστίν, ὡς μὴ ἂν πρέπον ὂν ἐπονειδίστως φεύξεσθαι τοῖς τοιούτοις. καὶ ἄλλως δέ, φασί, ταχεῖαν ἐγγυᾶται τὴν νίκην, εἰ πλείους αὐτοὶ τῶν Τρώων καὶ ἰσχυρότεροι καὶ Δία δὲ ἔχουσι σύμμαχον, οὗ κράτος ἐστὶ μέγιστον. ὅθεν ὁ Πυθαγόρας λαβών φησι· «θεός ἐστι τὸ πάντων κρατοῦν, ὅσγε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς ἂν οὖν εἴην ἐγώ;» (v. 120) Αἰολέων δὲ ἡ τοῦ μάψ βραχυλογία ἐκ τοῦ μάτην, ὧν καὶ τὸ ἄψ ἐκ τοῦ ὀπίσω καὶ τὸ ὅ ἐκ τοῦ ὅτι καὶ αἱ ἀποκοπαὶ δὲ τοῦ δῶμα δῶ [καὶ ῥᾴδιον ῥᾴ] καὶ κρίμνον κρῖ καὶ τῶν ὁμοίων, ἔτι δὲ καὶ αἱ συγκοπαί. τῶν δ' αὐτῶν ὡς ψιλωτικῶν καὶ τὸ αὔτως· οὐ γὰρ ἀναντιρρήτως δασύνεται, ὡς φανεῖται καὶ ἑτέρωθι. (v. 134) Τὸ δέ «ἐννέα δὴ βεβήκασιν ἐνιαυτοί» οὐδ' αὐτὸ προτρεπτικόν ἐστιν εἰς τὸ φυγεῖν. εἶχε γὰρ ἄν τις εἰπεῖν, ὅτι οὐκ ἦν ἡμῖν καιρὸς τοῦ τὴν Τροίαν ἁλῶναι ὁ ἔνατος ἐνιαυτός, ὡς ἤδη τῶν ἐννέα βεβηκότων καιρὸν εἶναι τοῦ φυγεῖν· δεκάτῳ δὲ ἐνιαυτῷ ἁλῶναι τὴν Τροίαν ἔδει, οὗ παρελθόντος καιρὸς ἦν ἀναχωρήσεως. ἐπεὶ δὲ οὔπω παρῆλθεν ὁ δέκατος, μενετέον ἀλλ' οὐ φευκτέον καὶ ἐκδεκτέον τὸ πέρας