Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.288
Not analysed yet
τῆς μάχης· (v. 135) Τὸ δὲ τὰ δοῦρα σαπῆναι καὶ τὰ σπάρτα λελύσθαι ἀριδηλότατα κώλυμά ἐστιν οὐ μόνον φυγῆς ἀλλὰ καὶ τῆς ἁπλῶς ἐπανόδου. διὰ τοῦτο γάρ φησι καὶ τὸ πλέον τοῦ κινδύνου τοῖς Ἕλλησιν ἐν τῷ νόστῳ γενέσθαι ναυαγίοις περιπεπτωκόσι διὰ τὴν τῶν νηῶν σαθρότητα· Ὅθεν τινὲς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλαγῆναί φασι. μαντικοὶ γὰρ ὄντες προείδοντο τὸν ἐν θαλάσσῃ κίνδυνον. τοῦτο δέ, φασί, τὸ νόημα εἶπεν ἄν τις τοῖς Ἕλλησι, κἂν ἐξ ὀρθοῦ ἀποπλέειν αὐτοὺς ἐκώλυε. πρὸς μέντοι τὸ φαινόμενον βούλεται λέγειν, ὅτι φευκτέον πρὶν διαφθαρῶσιν ἡμῖν αἱ νῆες τέλεον. (v. 136 s.) Καὶ τὸ τὰς ἀλόχους δὲ καὶ τὰ τέκνα προσμένειν τοὺς Ἕλληνας, αὐτοὺς δὲ μηδὲν ἔτι ἀνῦσαι ἐπ' ἀμφότερα νοεῖται, ὅτι τε ἐπανιτέον τοῖς ποθοῦσιν, ἵνα, εἰ καὶ μὴ μετὰ λαφύρων ἐπανέλθωμεν, κἂν γοῦν ἡμᾶς αὐτοὺς ἐπανασωσώμεθα, καὶ ὅτι οὐκ ἐπανιτέον ἀκλεῶς ἐπὶ ἀτελέστῳ ἔργῳ, ἵνα μὴ τὰς ἐλπίδας ἐκείναις αἰσχύνωμεν. Καὶ τὸ τῶν ἐνιαυτῶν δὲ ὁμοίως διπλόην ἔχει· οὐ φευκτέον ὡς τοῦ χρόνου τῆς ἁλώσεως πληρουμένου καὶ φευκτέον διὰ τὸ ἄπρακτον τοῦ τοιούτου χρόνου. καὶ τὰ ἄλλα δὲ ὁμοίως συμβιβασθήσεται κατὰ ἐννοίας διπλᾶς. νικῶσι μέντοι αἱ τοῦ φεύγειν ἀποτρεπτικαί, διότι ἐνταῦθά ἐστι τῷ βασιλεῖ ὁ τῆς δημηγορίας σκοπός. (v. 141) Μόνον δὲ ἀπὸ πάντων τὸ «οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν» παρασημειοῦνται οἱ παλαιοὶ ὡς παντελῶς λύον τὴν ἔμφασιν καὶ μὴ νοούμενον ἐν διπλότητι κατὰ ἀκολουθίαν τοῦ φεύγωμεν. Φασὶ δὲ καὶ ὅτι ἔν τισι τῶν ἀντιγράφων οὐδὲ ἐφέρετο τὸ τοιοῦτον, ὡς ἀφανιστικὸν τοῦ σχηματισμοῦ. (v. 139) Ὅρα δὲ καὶ ἐν τῷ «ἀλλ' ἄγετε, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες», ὅτι τὸ πάντες οὐ μάτην παρέρριψεν ὁ ποιητής, ἀλλ' ἵνα τις τῶν γερόντων ἐντεῦθεν λαβὼν ἀφορμὴν ἀπάρξηται ἀντιλέγειν, ὡς ἐν τῷ προβουλίῳ ἤδη ὥρισται, εἰ καὶ μὴ ἔφθη τις οὕτω ποιῆσαι κινηθείσης τῆς ἀγορᾶς. ἔχει δέ τι βαθὺ καὶ τὸ «πειθώμεθα». εἰπὼν γάρ «πειθώμεθα» καὶ ἑαυτὸν τοῖς πειθομένοις συντέταχεν. αὐτὸς δὲ οὐ μόνον οὐ πείσεται, ἀλλὰ καὶ τοὺς ἄλλους κωλύσει. (v. 140) Καὶ τὸ φεύγωμεν δὲ ἄριστα τέθεικεν, ἵνα τις ἀντειπεῖν ἔχῃ· διὰ τί φευξούμεθα μηδενὸς διώκοντος φανερῶς; εἰ καὶ οἱ ἀκροαταὶ μηδέν τι περινοούμενοι τῶν λεγομένων ἐγένοντο καὶ πάνυ εὐπειθεῖς ὄντες κατὰ τὸ «καί οἱ πείθονται Ἀχαιοί» εὐθὺς ἀνίστανται καὶ τοῦ νόστου γίνονται κατὰ τὸ βασιλικὸν κέλευσμα· οἱ δ' αὐτοὶ μετ' ὀλίγα καὶ τῷ Ὀδυσσεῖ κοιρανέοντι μετὰ τοῦ βασιλικοῦ σκήπτρου