Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.290
Not analysed yet
δηλοῖ εἰπών· «ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός». εἴη δὲ ἂν ἀπάτη ἀγαθὴ ἡ ἐν καιρῷ καὶ οὐδ' ἐπιβλαβής. [τῇ δὲ τοιαύτῃ γνώμῃ συγγενὲς καὶ Ἡροδότου τὸ «ἔνθα χρή τι ψεῦδος λέγεσθαι, λεγέσθω». οὕτω καὶ δόλιος Ὀδυσσεὺς κατὰ ἔπαινον καὶ πᾶς δὲ ὁστισοῦν στρατηγός.] Ἀπάτη δὲ καὶ ἀπατῶ γίνεται ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ πάτος ἡ τετριμμένη ὁδός· ἀπάτη γάρ ἐστιν ἡ τοῦ ὀρθοῦ ἔκνευσις εἰς τὸ πλάγιον καὶ δόλιον. τάχα δὲ καὶ ἐκ τοῦ ἀτῶ τὸ βλάπτω καὶ ἐκ τῆς ἄτης γίνεται ἡ ἀπάτη καὶ τὸ ἀπατᾶν, ὡς καὶ ἐκ τοῦ ἰδεῖν τὸ ἀπιδεῖν. καὶ ἐν τοῖς ἑξῆς δὲ ῥηθήσεταί τι περὶ τοῦ ἀπατᾶν. (v. 116) Τὸ δέ «οὕτω που Διῒ μέλλει» κατὰ λέξιν μίαν παρῳδηθὲν γένοιτ' ἂν οἰκεῖον ῥηθῆναι ὑπό τινος ἀπορουμένου ἐπὶ θείαις οἰκονομίαις, οἷον· «οὕτω που θεῷ μέλλει ὑπερμενέϊ φίλον εἶναι». (v. 117 s.) Στρατηγῷ δὲ ἢ μάλιστα γενναίῳ βασιλεῖ πρέπον ἐπιλεχθῆναι τὸ «ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον». [(v. 118) Ἔστι δὲ τὸ «ἠδ' ἔτι καὶ λύσει» ἀντὶ τοῦ «καὶ ἔτι λύσει», ὥστε περιττῶς κεῖται ὁ και σύνδεσμος.] (v. 117) Μεγαλοπρεπῶς δὲ εἴρηται τὸ κάρηνα διὰ τὰς ὑψηλὰς πόλεις καὶ ἐπιδόξους. εἰ δὲ κάρηνα πόλεων τετόλμηται εἰπεῖν τὰς ἀκροπόλεις ἢ ἁπλῶς τὰς ἐξοχὰς καὶ οἷον κορυφάς, ἀσφαλῶς ἂν προϊὼν καὶ πόλεως ἐρεῖ κρήδεμνα. κεφαλῆς γὰρ ἤτοι καρήνου κόσμος τὸ κρήδεμνον, ὃ καὶ ἐπίκρανον κεφαλῆς ἡ τραγῳδία φησίν, ἣν ζηλοῦσι καὶ οἱ κίονος ἐπίκρανον φάμενοι. εἰ δ' οὕτω ταῦτ' ἔστι, προσφυῶς Εὐριπίδης περὶ Τροίας φησὶ τὸ «ἀπὸ δὲ στεφάναν κέκαρσαι πύργων». ὡς γὰρ κρήδεμνον κεφαλῆς, οὕτω καὶ τὸ στεφανοῦσθαι αὐτῆς ἴδιον, ἤδη δέ ποτε καὶ τὸ κείρεσθαι. διὸ οἷα συστοίχως ἔχοντα χρηστά εἰσιν εἰς μίαν τροπήν. ὡς δὲ καὶ πίθου κρήδεμνον λέγεται, ἡ Ὀδύσσεια δηλοῖ. Ὅρα δὲ ὅτι οὐκ Ἄρεϊ οὐδὲ Ἀθηνᾷ ἢ Ἐνυοῖ τὴν τῶν πόλεων ἅλωσιν ὁ ποιητὴς ἀλλὰ τῷ Διῒ ἐπιγράφει ὡς ἐφόρῳ τῶν στρατευμάτων. διὸ κατὰ Ἡρόδοτον Κᾶρες Διῒ Στρατίῳ θυσίας ἀνάγουσι καὶ ἡ θυγάτηρ Ἀθηνᾶ Στρατία. ἴσως δὲ κάρηνα πόλεων καὶ αἱ κεφαλαὶ αὐτῶν ἤγουν οἱ βασιλεῖς. (v. 119) Ἔτι ἰστέον καὶ ὅτι ὁ δυσανασχετῶν ἐπί τινι κακῶς γινομένῳ ἐρεῖ ἄν, ὡς αἰσχρὸν τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, [ὅτε εἰ καὶ ἐπὶ πολέμῳ ἡ αἰσχύνη, πρέπει ἐπαγαγεῖν καὶ τὸ «μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν ἄπρηκτον πόλεμον» καὶ ἑξῆς, ὡς προέκκειται· (v. 121 s.) Καὶ ὅτι ταὐτολογεῖ τὸ πολεμίζειν καὶ τὸ μάχεσθαι·] Καὶ ὅτι τὸ «τέλος οὔπω τι πέφανται» ἀντὶ τοῦ πέφηνεν ἀπὸ τοῦ φαίνω, ὥσπερ καὶ ἀπὸ τοῦ ξηραίνω ἐξήρανται, οἷον «ἐξήρανται ἡ χείρ». πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα, ἐν οἷς καὶ τὸ «κατέξανται δέμας» παρ' Εὐριπίδῃ καὶ «πέφανται λιμήν» καὶ παρὰ Σοφοκλεῖ «κλεινὸν ἔπος πέφανται». (v. 123—8) Ὅτι θέλων δεῖξαι ὁ ποιητὴς ὑπὲρ δεκαπλασίονας εἶναι, ὡς προείρηται, τῶν Ἑλλήνων τοὺς ἐφεστίους Τρῶας,