Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.291
Not analysed yet
χρᾶται τοιούτῳ σχήματι ὑποθετικῷ· «εἴπερ ἂν ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, Τρῶας μὲν [λέξασθαι», ἤγουν ἐπι]λέξασθαι, «ὅσοι εἰσὶν ἐφέστιοι, ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, Τρώων δ' ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο». Λέγει δὲ ὅτι, ἐὰν καθ' ὑπόθεσιν ὁρκίων ἡμῖν γενομένων καὶ πολέμου ἀνοχῆς ὁρισθείσης ἐνσπόνδου ἡμεῖς μὲν δαιτυμόνων νόμῳ ἀνακλιθῶμεν, ἑλοίμεθα δὲ οἰνοχοεῖσθαι ὑπὸ τῶν ἐφεστίων Τρώων διαιρεθέντες κατὰ δεκάδας, ἐπιστήσωμεν δὲ ἑκάστῃ δεκάδι Ἑλληνικῇ Τρωϊκὸν ἕνα οἰνοχόον, πολλαὶ ἂν δεκάδες δέοιντο καὶ οὐκ ἔχοιεν τὸν οἰνοχοήσοντα, ὡς ἐκ τούτου φαίνεσθαι πολλαπλασίους ἤγουν ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς Ἕλληνας. διὸ καὶ λέγει θαυμαστικῶς· «τόσσον ἐγώ φημι πλέας εἶναι Ἀχαιοὺς Τρώων, οἳ ναίουσι κατὰ πτόλιν». τοῦτο δὲ ἐφερμηνευτικόν ἐστι τοῦ ἐφέστιοι (v. 125) Ἐφέστιος γὰρ ὁ κατὰ πόλιν οἰκῶν καὶ ἑστίαν ἔχων. οἱ δὲ ἐπίκουροι κατὰ τοῦτον τὸν λόγον οὐκ ἐφέστιοι. οὕτω δὲ καὶ ἀνωτέρω τὸ «ὑπερμενέϊ Διΐ» ἑρμηνεύων ἔφη· «τοῦ γὰρ κράτος ἐστὶ μέγιστον». καὶ κατωτέρω δὲ εἰπών «οἵ με μέγα πλάζουσιν», ἐπάγει διασαφῶν· «καὶ οὐκ ἐῶσιν ἐκπέρσαι Ἴλιον», οἱονεὶ λέγων, ὅτι πλάζεσθαι λέγω τὸ μὴ ἐᾶσθαι ἑλεῖν τὴν Ἴλιον. (v. 124) Ὅρα δὲ τὸ ἄμφω τεθὲν ἐπὶ Τρώων καὶ Ἑλλήνων. οὐ γὰρ μόνον ἐπὶ δύο προσώπων ἡ λέξις τίθεται, ὡς ἐν τῷ «ἄμφω ὁμῶς θυμῷ φιλέουσα», ἀλλὰ καὶ ἐπὶ δύο λαῶν ἢ στρατευμάτων, ὡς ἐνταῦθα ἐν τῷ «ἀριθμηθῆναι ἄμφω». (v. 125 s.) Σημείωσαι δὲ καὶ τὴν καινότητα τοῦ σχήματος τοῦ «Τρῶας μὲν λέξασθαι, ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν». ὤφειλε μὲν γὰρ εἰπεῖν· Τρῶας μὲν λέξασθαι, ἡμᾶς δὲ διακοσμηθῆναι. ὁ δὲ καινότερον ἐσχημάτισεν οὐκ ἀκολούθως τῷ Τρῶας ἐπενεγκὼν τὸ ἡμεῖς. διὸ ἔν τισιν ἀντιγράφοις εὕρηται, φασί, «Τρῶες μέν», ἵνα ὁμοίως ἐπάγηται τὸ ἡμεῖς δέ. (v. 129) Ὅρα δὲ καὶ τὴν συγκοπὴν τοῦ πλέας ἀπὸ τοῦ πλέονας καὶ ἔστιν ὁμοία τῷ χέρηϊ καὶ τοῖς τοιούτοις. (v. 126) συγκέκοπται δὲ ὁμοίως καὶ τὸ «κοσμηθεῖμεν», οὗ τὸ δεύτερον εἴη ἂν ἀκολούθως κοσμηθεῖτε, τὸ δὲ τρίτον κοσμηθεῖεν. Κατὰ δεκάδας δὲ διαιρεῖ τοὺς δαιτυμόνας ὁ βασιλεύς· ἐπεί, φασί, ἔθος ἦν μὴ πλέονας τῶν δέκα συνεσθίειν. Ἱστορεῖ γοῦν καὶ ὁ σοφώτατος Ἰάμβλιχος τὰ Πυθαγορικὰ συσσίτια μὴ ἔχειν πλεῖον ἢ δέκα ἀνθρώπους συνευωχουμένους. Φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα καί, ὅτι μεγαλοπρεπῶς καὶ ἀστείως ὁ βασιλεὺς καὶ ἐν τῷ καθ' ὑπόθεσιν τούτῳ συμποσίῳ δουλείαν τοῖς Τρωσὶν οἰωνίζεται· ὑπηρετικὸν γὰρ τὸ οἰνοχοεῖν. Λέγουσι δὲ καὶ