Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.295
Not analysed yet
ἤγουν ἅπερ, «Εὖρός τε Νότος τε ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων». ἑτέρᾳ δὲ ἠπειρωτικῇ τοιαύτῃ· «ὡς δ' ὅτε κινήσει Ζέφυρος βαθὺ λήϊον ἐπελθὼν λάβρος, ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν, ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη». Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς αὕτη μὲν ἡ παραβολὴ διὰ τὴν ὁμοθυμαδὸν ὁρμὴν ἑκάστου τῶν Ἑλλήνων· ἡ δὲ πρώτη πρὸς τὸν τάραχον. διὸ καὶ ἐπάγει ὁ ποιητής, ὅτι ἀλαλητῷ εἰς τὰς νῆας ὥρμων. Καὶ ἔχει καλῶς ὁ τοιοῦτος τῶν παλαιῶν λόγος· οὐ γὰρ τὴν ἁπλῶς κίνησιν τῶν Ἑλλήνων ἔδει κύμασι παραβαλεῖν ἀλλὰ τὴν μετὰ πολλοῦ θορύβου. τάχα δὲ καὶ ἄλλως αὐτὴ μὲν τὴν κατὰ ἴλας καὶ φῦλα κίνησιν τῶν Ἀχαιῶν δηλοῖ, ἡ δὲ τοῦ ληΐου τὴν κατὰ ἄνδρα ἕκαστον, ὅπερ Ὅμηρός φησι φῶτα ἕκαστον μετ' ὀλίγα. ἡ γὰρ ἁπλῶς ἑνὸς ἑκάστου τῶν Ἑλλήνων ὁρμὴ καλῶς ἂν εἰκάζοιτο ἀσταχύεσσιν, οἳ ἀνέμου ἐπιπνέοντος ἐπικεκυφότες κινοῦνται. (v. 144) Κύματα δὲ μακρὰ τὰ ὑψηλὰ λέγει, τουτέστι τὰ εἰς ὕψος κορυφούμενα· οὕτω γὰρ καὶ μακρὸς Ὄλυμπος ὁ ὑψηλός. ἔστι δὲ ὅτε ἡ λέξις καὶ τὸ βαθὺ σημαίνει, ὡς ὅτε φρέατα μακρὰ λέγονται, ἤγουν βαθέα, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ πάνυ βαθέα· οὐ γὰρ πᾶν βαθὺ ἤδη καὶ μακρὸν λέγεται. ἐνταῦθα γοῦν κύματα μὲν μακρά, λήϊον δὲ βαθύ, οὐ μὴν μακρόν. (v. 145) Πόντος δὲ Ἰκάριος μέρος τι τοῦ Αἰγαίου Εὔρῳ καὶ Νότῳ μάλιστα κυμαινόμενος· ἔνθα, ὡς καὶ ὁ Περιηγητὴς ἱστορεῖ, μεγάλα ἐγείρονται κύματα· καὶ ἡ αἰτία ἐρρέθη ἐκεῖ. Ἰκάριος δὲ πόντος ἢ ἀπὸ Ἰκάρου τοῦ θρυλλουμένου υἱοῦ Δαιδάλου, ὃς αὐτόθι καταπεσὼν ἀπεπνίγη καὶ ἀφῆκε τῷ πόντῳ τὴν ἐξ αὐτοῦ κλῆσιν, ἢ ἀπὸ νησίου τινὸς αὐτόθι ὄντος, ὡς ἐρρέθη ἐν τοῖς εἰς τὸν Περιηγητήν. Κἀνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον παράκειται τῇ Σάμῳ νῆσος Ἰκαρία, ἀφ' ἧς τὸ Ἰκάριον πέλαγος. αὐτὴ δὲ ἐπώνυμος Ἰκάρου παιδὸς Δαιδάλου, ὃς κηρίνοις, φησί, πτεροῖς μετεωρισθεὶς πρὸς ἥλιον καὶ μὴ κρατήσας τοῦ δρόμου τακέντος τοῦ κηροῦ καὶ περιρρυέντων τῶν πτερῶν αὐτόθι κατέπεσεν. Ἰστέον δὲ ὅτι χαριέντως νοηθείη ἂν Ἴκαρος ἅπας ὁστισοῦν τῶν νῦν ἐπιτρίπτων ἀποτελεσματικῶν, οἳ κατά τινα κῆρα πτερυσσόμενοι ἄνω δι' εὕρεσιν ἀληθείας, εἶτα εἰς πόντον ψεύδους καταδύονται πίπτοντες. Ἔρημος δέ, φασίν, ἡ Ἰκαρία· νομὰς δ' ἔχει, αἷς χρῶνται Σάμιοι. ἐν τῷ Ἰκαρίῳ δὲ πελάγει, φασί, καὶ ἡ Σάμος κεῖται, ᾧ συνάπτει πρὸς Νότον τὸ Καρπάθιον. (v. 146) Τὸ δὲ ὤρορε γίνεται μὲν ἐκ τοῦ ὦρα παρακειμένου, Ἀττικῶς ὄρωρε, καὶ δηλοῖ τὸ διήγειρεν. ἔπαθε δὲ ὑπέρθεσιν χρόνου μετατεθέντος τοῦ ω μεγάλου εἰς τὴν ἄρχουσαν. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ εὑρεθήσεται. Οὕτω ποτὲ καὶ ἡ τοῦ Κρονίωνος συστέλλεται παραλήγουσα χρόνου μεταθέσει. ὁ γὰρ