Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.294
Not analysed yet
πλέγματος, ἐὰν ἄλλην ἔχῃ κειρίαν ἤτοι δεσμὸν κλίνης. ἀλλὰ τί <δεῖ> πλείω λέγειν; ὅπου καὶ σχοῖνος ἐκ τοῦ φυτοῦ τῆς σχοίνου λέγεται· ἐπεὶ τὸ παλαιὸν ἐκ φυτῶν σχοίνων ἐπλέκοντο τὰ τοιαῦτα, ὃ καὶ νῦν ἔτι πολλαχοῦ παραμένει. Ἐν γοῦν Πελοποννήσῳ πολλοὶ οὕτω ποιοῦντες ἐπιλέγουσι καὶ καιρὸν ἐπιτήδειον τῇ τοῦ τοιούτου σχοίνου τομῇ λέγοντες· «Μαΐου βροῦλον, ποντία κάνναβις». Ἴδε δὲ καὶ ὅτι ἐπὶ ξύλου μὲν ἔθηκε τὸ σήπεσθαι, ἐπὶ δὲ σχοίνου τὸ λύεσθαι, [ὅ ἐστιν ἀναλύεσθαι· καὶ ὅτι οὐκ ἀεὶ ὁ μέσος παρακείμενος καὶ ἐνέργειαν δηλοῖ, ὡς ἐν τῷ «δέδορκά σε» ἤγουν βλέπω σε· καὶ πάθος, ὡς ἐν τῷ «δεδορκὼς ἄστρον ὣς λάμψειν» ἤγουν θεαθείς. ἀλλὰ μυριαχοῦ ποτὲ μὲν μόνην ἐνέργειαν ὑποβάλλει νοεῖν, ὡς καὶ ἐν τῷ λέλοιπα καὶ λέλογχα, ποτὲ δὲ μόνον πάθος, ὡς ἐνταῦθα σέσηπε τὸ ἐσάπη. ὅμοιον δὲ καὶ τὸ τέτηκεν· ἀντὶ τοῦ ἐτάκη γάρ. Δῆλον δὲ ὡς μεταπλασμὸν γένους ἔχει τὸ σπάρτα· ὡς γὰρ ἡ κέλευθος, τὸ κέλευθον, οὕτω καὶ ἡ σπάρτος, τὸ σπάρτον.] (v. 136) Νήπια δὲ τέκνα φησὶ τὰ κατὰ τὸν καιρὸν τοῦ ἀπόπλου ἐαθέντα τοιαῦτα. νῦν γὰρ οὐκέτι ἂν εἶεν νήπια δεκαετῆ που ὄντα, ἐὰν τηνικαῦτα ἦσαν ἡλικίας βρεφικῆς. (v. 137) Σημείωσαι δὲ [ὅτι τε τὸ εἵαται, εἰ καὶ νοεῖται νῦν ἀντὶ τοῦ κάθηνται, ὅμως προσφυέστερον καὶ οὐδὲ ἔξω ἀναλογίας ἐστὶ ληφθῆναι ἀντὶ τοῦ εἰσί, καθὰ ἐν τῷ υʹ τῆς Ὀδυσσείας δηλοῦται σαφῶς, καὶ] ὅτι ἀνωτέρω εἰπών, ὡς πολεμοῦσιν ἡμῖν οὔπω τι τέλος πέφανται, παρακατιὼν τὸ αὐτὸ παρέφρασε λέγων σαφέστερον· «ἡμῖν δὲ τὸ ἔργον οὕτως ἀκράαντον, οὗ ἕνεκεν δεῦρο ἱκόμεθα», μονονουχὶ λέγων, ὅτι, κἂν πόλεις πολλὰς ἄλλας παρεστησάμεθα, ἀλλ' ὁ σκοπὸς ἡμῖν οὐκ ἤνυσται, ἡ τῆς Τροίας ἅλωσις, ναὶ μὴν καὶ ἡ τῆς Ἑλένης ἀνακομιδή. ἐρεῖ οὖν ὁ ποιητής· «ἧς ἕνεκεν πολλοὶ Ἀχαιῶν ἐν Τροίᾳ ὤλοντο». Καὶ σημείωσαι ἐν τούτοις, ὅτι πρῶτος Ὅμηρος τέλος εἶπεν εἶναι τὸ οὗ ἕνεκεν. (v. 142 s.) Ὅτι τὸν κοινὸν λαὸν πολύν φασιν οἱ σοφοὶ διαστέλλοντες πρὸς τοὺς βουλευτὰς οὐ πολλοὺς ὄντας. εἰλήφασι δὲ καὶ τοῦτο ἐκ τοῦ ποιητοῦ πληθὺν ἐνταῦθα εἰπόντος τοὺς ἐν τῇ ἀγορᾷ ἐν τῷ «τοῖς δὲ θυμὸν ὄρινε πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν». ἐκ δὲ τῆς τοιαύτης ἀγοραίας πληθύος καὶ ἀγοραῖος ἀνὴρ ἢ ὄχλος ἐπὶ σκώμματος λέγεται. καὶ ἀγοράζειν δὲ ἐντεῦθεν τὸ διατρίβειν ἐν ἀγορᾷ. (v. 144—9) Ὅτι τὴν τῶν Ἀχαιῶν κίνησιν τὴν ἀπὸ τῆς ἀγορᾶς, ὅτε οἴκαδε ἵεντο, δυσὶ παραβολαῖς διδάσκει, ὁποία τις ἦν, μιᾷ μὲν ἀπὸ θαλάσσης λέγων· «κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τε»,