Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.301
Not analysed yet
πολλαχοῦ φαίνεται, ἀτάλαντον δὲ ἐντεῦθεν νοεῖσθαι τὸν μὴ κατὰ τὸ τάλαντον ἄνισον, ἀλλὰ τῆς ἐκείνου ἐστερημένον ἀνισότητος. γίνεται δὲ τὸ τάλαντον, ὁ σταθμός, παρὰ τὸ τάλας, ὃ δηλοῖ τὸν καρτερικόν. τοιοῦτον δὲ ὁ σταθμός, ὡς φορτιζόμενος καὶ διὰ τὰ βάρη ἐπινοηθείς. μάλιστα δὲ παρὰ τὸ ταλάσσειν, τὸ καρτερεῖν, ἐξ οὗ καὶ ὁ Ἄτλας καὶ ὁ τάλας, τὸ ῥηθὲν τάλαντον γίνεται· Ἀχθοφορεῖ γὰρ ἀεί, ὅθεν καὶ τρυτάνη παρὰ τοῖς ὕστερον λέγεται, διότι τοῖς ὄγκοις τρύεται ἤγουν καταπονεῖται. Κυρίως δὲ μέρος τι τοῦ ζυγοῦ ἡ τρυτάνη. οὕτω δὲ καὶ πλάστιγξ λέγεται ὁ σταθμὸς ἐκ μέρους ἤτοι ἐκ τῶν πλαστίγγων, τουτέστι τῶν κάτω πλατέων, οἷς τὰ βάρη ἐπίκεινται. καὶ ζυγὸς δὲ ὁ αὐτὸς ἀπὸ μέρους, οὗ αἱ ῥηθεῖσαι πλάστιγγες ἐξήρτηνται· πρὸς ὃν [παροιμιάζεται τὸ «ζυγὸς δόλιος», ᾧ ἀντίκειται τὸ δίκαιον στάθμιον, τὸ παρώνυμον τοῦ σταθμοῦ.] Ὅτι δὲ ἄνισον, ὡς ἐρρέθη, τὸ τάλαντον καὶ ὅτι καὶ ἐπὶ μικροῦ ποσοῦ καὶ ἐπὶ μεγάλου τίθεται καὶ ὑπὲρ ἑκατὸν δραχμὰς παρὰ τοῖς παλαιοῖς κορυφοῦται καὶ εἰς κεντηνάριον δὲ περιΐσταται καὶ εἰσέτι κατωτέρω, καὶ ἐν ἑτέροις ῥηθήσεται. (v. 170) Ὅτι τοσοῦτον ἀμηχανεῖ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ οὕτως αὐτοῦ τὴν καρδίαν ἄχος περιῆλθεν ὥστε οὐδ' ἥπτετο τῆς ἑαυτοῦ νηὸς καθελκομένης ὑπὸ τῶν αὐτοῦ θεραπόντων εἰς θάλασσαν. ἄλλοι δὲ τὸ «οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἥπτετο» ἄλλως νοοῦσι λέγοντες, ὅτι κἂν οἱ ἄλλοι τῶν οἰκείων ἥπτοντο νηῶν, ἀλλ' Ὀδυσσεὺς οὐκ ἐποίει οὕτω, ἀλλ' ἵστατο ἔργῳ διδάσκων, ὅτι οὐ δεῖ οὕτω ποιεῖν. εἰ γὰρ ἔδει νηῶν ἅπτεσθαι, ἐποίει ἂν οὕτω καὶ αὐτός. διὰ τί δὲ τοῦτο ἐποίει; (v. 171) «Ἐπεί», φησίν, «ἄχος καρδίαν καὶ θυμὸν ἵκανε», τουτέστιν ἐμπράκτως ἐδήλου, ὅπερ ἐβούλετο, οἷα λαλεῖν οὐκ ἔχων ὑπὸ ἀμηχανίας. ἄχος γὰρ κατὰ τοὺς παλαιοὺς ἡ ἄφωνος ἀνία παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ χαίνειν. τινὲς δὲ ὑπερβατῶς τὸν τόπον τοῦτον νοήσαντες οὕτως εἶπον· εὗρε τὸν Ὀδυσσέα ἑστῶτα, ἐπεί μιν ἄχος καρδίαν καὶ θυμὸν ἵκανεν· οὐδὲ ἥπτετο τῆς οἰκείας νηός. (v. 170) Ναῦς δὲ εὔσελμος ἢ ἡ εὔζυγος καὶ εὐκάθεδρος, καθ' ὃ εὔεδρον Ἀργὼ φησί που Θεόκριτος—σέλμα γὰρ ἡ καθέδρα, ἐξ οὗ καὶ τὸ σελλίον ἔοικε λέγεσθαι—ἢ αἱ εὔσχοινοι· φασὶ γὰρ οἱ παλαιοὶ σελμίδας λέγεσθαι τὰ σχοινία. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὡς οὐκ ἀεὶ ἐξ ἀνάγκης ταὐτόσημά εἰσι τὰ τὴν αὐτὴν ἐτυμολογίαν ἔχοντα. ἰδοὺ γὰρ ὥσπερ παρὰ τὸ μὴ χαίνειν γίνεται κατά τινας μηχανὴ ἡ μὴ ἐῶσα χαίνειν τινὰ ψεκτικῶς