Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.302
Not analysed yet
διὰ τὸ ἐπιτυχὲς καὶ ἔντεχνον αὐτῆς, οὕτω καὶ τὸ ἄχος στερεῖ τοῦ χαίνειν, ὡς εἴρηται· καὶ ὅμως πάντῃ διαφέρετον τὸ ἄχος καὶ ἡ μηχανή. (v. 173) Ὅτι τὸ «διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ», σχῆμά ἐστι κλητικὸν ὁμοιόπτωτον καλούμενον. λέγει δὲ αὐτὸ κατὰ τὸ φαινόμενον ἡ μυθικὴ Ἀθηνᾶ πρὸς τὸν Ὀδυσσέα ἐπιρρωννύουσα καὶ τοῖς ἐγκωμίοις ἐπαίρουσα πρὸς τὴν τοῦ ἔργου σπουδήν, ἵνα μὴ φυγόντες ἀγεννῶς οἱ Ἕλληνες ἀφήσουσι τοῖς Τρωσὶ τὴν Ἑλένην. ἀληθῶς δὲ ἡ παρ' αὐτῷ φρόνησις τοὺς τοιούτους λόγους ὑποτείνει αὐτῷ κατὰ λόγον αἰδοῦς. αἰδεῖται γὰρ, ὡς εἰκός, ἀναλογιζόμενος, ἐὰν ὁ διογενής, ὁ ἀπὸ Λαέρτου, ὃς ἐξ Ἑρμοῦ ἕλκει τὸ γένος, ὁ πολυμήχανος, οὐχ' εὑρήσει τινὰ μηχανὴν ἐνταῦθα, ἀλλὰ περιόψεται τοὺς Ἀχαιοὺς οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν φευξομένους, ἐν νήεσι πολυκλήϊσι πεσόντας, καταλίποιεν δὲ τὴν Ἑλένην καύχημα Πριάμῳ τε καὶ Τρωσίν, ἧς ἕνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίᾳ ὤλοντο. Τούτοις δὴ τοῖς λόγοις ἐπιρρωσθεὶς Ὀδυσσεύς, οὓς φρονῶν ἄν τις ἀνὴρ λογίσαιτο, ἔχεται τοῦ ἔργου εὐθὺς καὶ ἀνύει πολυτρόπως τὸ στῆσαι τοὺς Ἕλληνας τῆς φυγῆς. Πολυμήχανον δὲ τὸν Ὀδυσσέα καλεῖ ὡς ἀληθῶς τοιοῦτον· πολλῶν γὰρ εὕρηται τεχνῶν ἔμπειρος, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ συναχθὲν εἰς πλάτος γέγραπται. Εἰ δέ ποτε ἡ μηχανὴ ἐπὶ δόλου λαμβάνεται, εἴη ἂν καὶ οὕτω πολυμήχανος Ὀδυσσεύς, ὃς παντοίοις δόλοις κεκοσμῆσθαί που λεχθήσεται. τῷ δὲ πολυμηχάνῳ ἐναντία ἡ παρ' ἑτέρῳ ποιητῇ ἀμήχανος γυνή, τουτέστιν ἀφελὴς καὶ ἁπλοϊκὴ καὶ ἄδολος καὶ ἀπάνουργος, ἑτέρα οὖσα παρὰ τὴν Ὁμηρικὴν ἀμήχανον Ἥραν, ὡς φανήσεται. (v. 175) Τὸ δέ «ἐν νήεσι πεσόντες» ἄτακτον φυγὴν ὀνειδίζει· οὐ γὰρ εἶπεν «εἰς νῆας ἐμβάντες» ἀλλ' «ἐμπεσόντες», ὡς εἴπερ ἐδιώκοντο. (v. 177 s.) Ἐν δὲ τῷ ἕνεκα τῆς Ἑλένης εἰπεῖν πολλοὺς τῶν Ἀχαιῶν ἐν Τροίᾳ ἀπολέσθαι σαφῶς ἡρμήνευσε, τί ἐστι τὸ τέλος τοῦ εἰς τὴν Τροίαν πλόου. εἰπὼν γὰρ ἀνωτέρω, ὅτι τέλος οὔπω τι πέφανται καὶ ὅτι ἀτελὲς ἡμῖν τὸ ἔργον, οὗ ἕνεκα δεῦρο ἱκόμεθα, νῦν σαφῶς λέγει, τί τὸ τοῦ πολέμου τέλος, ὅτι δηλαδή, ὡς καὶ προερρέθη, τὸ τὴν Ἑλένην ἐκεῖθεν λαβεῖν· ἐν οἷς, ὡς καὶ αὐτὸ προεδηλώθη, ταὐτὸν οἶδε τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ὁ ποιητής. [(v. 179) Ὅτι ἐρωεῖν ποτὲ μὲν τὸ ὁρμᾶν καὶ προπηδᾶν, ποτὲ δὲ καὶ τὸ ἀναποδίζειν, ὅπερ ἀλλαχοῦ ἐντελῶς μετὰ τῆς ὑπό προθέσεως λέγεται, οἷον· «ἵπποι δ' ὑπερώησαν». φησὶ γοῦν ἐνταῦθα· «ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν», ἤγουν εἰς τοὺς Ἀχαιούς, «μηδέ τ' ἐρώει», τουτέστι μηδὲ ἀφόρμα καὶ ἐνδοιαστικῶς ἀναπόδιζε. Ὅτι χρήσιμον εἰς παραίνεσιν κατασιγαστικὴν τὸ «ἀλλ' ἴθι