Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.304.1
Not analysed yet
ἐκείνους μὲν προσηνέστερον δειλίαν τε ἀποκαλῶν τὴν τοιαύτην ἀναχώρησιν, ἀνακαλύπτων δὲ καί, ὅτι πειρᾶται τῶν Ἑλλήνων ὁ βασιλεύς, παραμιγνύων δὲ καί τι φόβου, ἐὰν οὐκ ἐθελήσωσι πεισθῆναι, καὶ τὸν βασιλέα δὲ ἐπαινῶν, τοὺς δὲ δημότας καὶ πλήττων καὶ ἀπειλούμενος καὶ ἐξευτελίζων καὶ ὑβρίζων. Σκοπὸς δὲ αὐτῷ τῆς ἐντρεχείας τὸ ἐπιστρέψαι τοὺς Ἕλληνας καὶ καθίσαι πάλιν εἰς ἀγοράν, ἵνα μάθωσιν ἔργοις αὐτοῖς ὅτι διάπειρα ἦν ἡ τοῦ βασιλέως δημηγορία. Φησὶν οὖν τοιαῦτα ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως· «ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη», ἤγουν καταλάβοι, «τὸν δ' ἀγανοῖς ἐπέεσσιν [ἐρητύσασκεν», ἤγουν] ἐκώλυε, «παραστάς· δαιμόνι' οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς», τοὺς ὑπὸ σὲ δηλαδή. «οὐ γάρ πω σάφα οἶσθ', οἷος νόος Ἀτρείδαο· νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν», ἤγουν βλάψοι ἂν τοὺς Ἕλληνας· καὶ ὅτι «ἐν βουλῇ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπε, μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος». καὶ ὅτι ἡ τιμὴ αὐτοῦ ἐκ θεοῦ ἐστι καὶ ὅτι φιλεῖ αὐτὸν ὁ θεός· ἐν πολλοῖς γὰρ θεοφιλεῖς δοξάζει τοὺς βασιλεῖς προκαλούμενος διὰ τούτου τοὺς ὑπηκόους εἰς τὸ δεῖν πειθαρχεῖν αὐτοὺς τῷ βασιλεῖ, ὡς καὶ θεῷ ὑποκειμένους οὕτω καὶ πειθομένους. (v. 197) Ἐνταῦθα δὲ καὶ ἐφερμηνεύει, διὰ τί διογενεῖς καὶ διοτρεφεῖς τοὺς βασιλεῖς λέγει, οὐχ' ὅτι ἐκ Διὸς τὸ γένος ἕλκουσιν, ἀλλ' ὅτι ἐξ ἐκείνου αὐτοῖς ἡ τιμή. φησὶ γάρ· «τιμὴ δ' ἐκ Διός ἐστιν», ἡ τῆς βασιλείας δηλαδή. ἀφιδρύματα γὰρ ὡσανεὶ Διὸς ἐδόκουν εἶναι οἱ βασιλεῖς. καὶ οὕτω μὲν Ὀδυσσεὺς ἐξ ἀνάγκης τοὺς ἐξόχους μετεχειρίζετο. (v. 198 s.) «Ὅν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι, τὸν τοιοῦτον σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ», ἤγουν σκήπτρῳ ἔπληξε καὶ λόγῳ ἠπειλήσατο. καὶ ὅρα ἐν χωρίῳ σκυθρωπῷ ἀλαμπῆ πάρισα, τὸ ἐλάσασκε καὶ τὸ ὁμοκλήσασκε. παρισοῖ μὲν γὰρ γλυκαίνων πως τὸ τῆς ἐννοίας ὑπόπικρον, οὐ γελᾷ δὲ ἀττικίζων, ἀλλὰ δεινοῖ τὴν παρίσωσιν τῇ τῶν ποιητικῶν σκληρότητι λέξεων. ἐν τούτοις δὲ καὶ τὸ υἷας Ἀχαιῶν δὶς ἐν τέλει στίχων τεθὲν καλλωπίζει, καθὰ παρὰ τῷ Ῥήτορι τὸ «ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους παρ' ὑμῶν». (v. 200—6) Ἡ δὲ ὁμοκλὴ τοῦ Ὀδυσσέως αὕτη· «δαιμόνιε, ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις οὔτε ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ. οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί» καὶ τὰ ἑξῆς, ἐν οἷς δεικνύει οὐκ ἀγαθὸν εἶναι τὴν πολυαρχίαν. Τὸ δέ «οὐ πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί» ἐνταῦθα καιριώτατα πρὸς τὸν δῆμον εἴρηται ἤτοι πρὸς τὸν πολὺν ὄχλον. εἰ γὰρ πρὸς τοὺς βασιλεῖς ἐρρέθη, φαύλως εἶχεν· ἐξῆψε γὰρ ἄν, φασί, τὴν στάσιν σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος. πάνυ δὲ αὖ θαυμασιώτερον πρόσκειται καὶ τὸ «ἐνθάδε» διὰ τοὺς βασιλεῖς. εἰ γὰρ καὶ πάντες βασιλεύσομεν τυχόν, ἀλλ' οὐκ ἐνθάδε· οἴκοι δὲ νοστήσαντες ποιείτωσαν τοῦτο, εἰ βούλονται· ἔστι γὰρ αὐτοῖς ἐν τοῖς οἰκείοις τοῦτο ποιεῖν κατὰ τὸ «αὐτὰρ ἐγὼ οἴκου ἄναξ ἔσομαι ἡμετέρου».