Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.305
Not analysed yet
ἔστι γὰρ μικρὸς οἷον βασιλεὺς ὁ οἰκοδεσπότης, ὥσπερ αὖ ὁ βασιλεὺς μεγάλου οἴκου δεσπότης, τῆς πόλεως δηλαδή. Ἀλλ' οὕτω μὲν δυνατώτατος ἐν δημηγορίαις ὁ Ὀδυσσεύς, οὕτω καίριος, οὕτω ποικίλος, οὕτω πυκνός· καὶ πρὸ αὐτοῦ ὁ ποιητὴς ὁ τὰ τοιαῦτα μιμούμενος. Ἐν μέντοι τοῖς ἐφεξῆς οὐ θαυμαστὸς ἁπλῶς ὁ ποιητὴς ἀλλὰ καὶ ἀμίμητος φανεῖται, ἔνθα τὸν μὲν Ὀδυσσέα καλῶς δημηγοροῦντα ποιεῖ καὶ ὑψηλῶς, τὸν δὲ Νέστορα κάλλιστα καὶ ὑψηλότατα, ὡς φανήσεται. καὶ ἡ μὲν δημηγορία τοῦ Ὀδυσσέως τοιαύτη· τὰ δὲ περὶ αὐτὴν οὕτω διασαφεῖται. (v. 189) Ἀγανοὶ μὲν λόγοι οἱ προσηνεῖς παρὰ τὸ α ἐπιτατικὸν καὶ τὸ γάνυσθαι, οἷς τις ἄγαν γάνυται ἤγουν χαίρει· ὅθεν καὶ γάνος ἡ χαρά. ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφεται ταῦτα· Ἀγανόν τὸ καλὸν καὶ ἡδὺ καὶ προσηνές· ποτὲ δὲ καὶ κατὰ ἀντίφρασιν τὸ χαλεπόν. Ἐν ἑτέρῳ δέ, ὅτι ἐστὶ καὶ ἄγανον προπαροξυτόνως καὶ δηλοῖ τὸ κατεαγός. τραγικώτερον δέ, φησί, τὸ ὄνομα. [Τοῦ δὲ ἐρητύσασκεν ἐνεστὼς μὲν ἐρητύω καὶ μέλλων ἐρητύσω, οὗπερ ὁ πρῶτος ἀόριστος παράγει ἐνεστῶτα τὸ ἐρητυσάσκω πρὸς ὁμοιότητα τοῦ κλαυσάσκω καὶ θαψάσκω. τοῦ δὲ τοιούτου ποιητικοῦ θέματος τρίτον ἑνικὸν τὸ ἐρητύσασκε, ῥῆμα καὶ αὐτὸ οὐ χρηστὸν πεζολόγοις, καθάπερ οὐδὲ τὸ ἐλάσασκεν οὐδὲ τὸ ὁμοκλήσασκε. γένεσις δέ, φασί, τοῦ ἐρητύω ἡ εἱρκτή, ἵνα ᾖ ἐκεῖθεν ἐρκτύω τὸ κλείω, κωλύω, καὶ ἀποβολῇ τοῦ κ δι' εὐφωνίαν καὶ ἐνθέσει τοῦ η ἐρητύω.] (v. 190) Τὸ δέ «δαιμόνιε» μέση λέξις. διὸ καὶ τὸν βασιλέα δαιμόνιον καλεῖ καὶ τὸν δημότην ὁμοίως δαιμόνιον, ἐκεῖνον μὲν ὡς εὐδαίμονα, τοῦτον δὲ ὡς δυσδαίμονα. τῶν μέσων γάρ ἐστι καὶ ὁ δαίμων καὶ ἡ τύχη καὶ ἀμφιρρεπῶς ἔχουσιν αἱ λέξεις πρὸς ἔννοιαν ἀγαθήν τε καὶ μὴ τοιαύτην. ὅτε μέντοι τὸ εὖ ἢ τὸ δυς προσλάβωσι, τότε σαφῶς διακρίνονται. ἀεὶ τοίνυν παρὰ τῷ ποιητῇ ἐπαμφοτερίζει τὸ δαιμόνιος ἀναλόγως τοῖς ὑποκειμένοις προσώποις, ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἄλλως λαμβανόμενον. [οὕτω δὲ καὶ ἡ συμφορά διχῇ νοεῖται παρὰ τοῖς παλαιοῖς, ὡς ἀλλαχοῦ δηλοῦται, καὶ ὁ οἰωνός δὲ καὶ ἕτερα πολλά.] Τὸ δέ «οὔ σε ἔοικε δειδίσσεσθαι» φυγὴν ἄντικρυς ἀποφαίνει τὴν παροῦσαν τῶν Ἑλλήνων κίνησιν ἀπὸ δειλίας γινομένην, ὅπερ ἐξόχοις ἀνδράσιν ἀνοίκειον. (v. 192) Ἐν δὲ τῷ «οὐ γάρ πω σάφα οἶσθα, οἷος ὁ τοῦ βασιλέως νοῦς», καὶ ὅτι πειρᾶται καὶ ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσαμεν, φανερῶς παριστᾷ, ὅτι ἐν τῷ προβουλίῳ οὐ πάντες παρῆσαν ἀπαραλείπτως οἱ βασιλεῖς, ἀλλ' οἱ ἐπιφανέστεροι καὶ προέχοντες μόνοι· ὅπερ καὶ σημείωσαι, ὡς διὰ καιροῦ ἀνάγκην πολλάκις καὶ τῶν ἀξίων λόγου παρορᾶσθαι δοκούντων. οὔκουν ἅπαντες οἴδασιν οἱ βασιλεῖς καὶ μέδοντες, ὅτι πειρᾶται ὁ βασιλεύς, ἀλλ' οἱ