Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.316
Not analysed yet
τινα εἶχεν, ὡς ἱστορεῖ Πλούταρχος, διὰ τὸ τῆς κεφαλῆς πρόμηκες. [Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρονται καὶ ταῦτα χρήσιμα εἰς τὸ περὶ φοξότητος· ἐπίσημοι κύλικες, Ἀργεῖαι καὶ Ἀττικαί. φοξαὶ δὲ τὸ χεῖλος αἱ Ἀργεῖαι, ὡς δηλοῖ Σιμωνίδης εἰπών· «αὐτὴ δὲ φοξίχειλος», εἰς ὀξὺ ἀνηγμένη, τουτέστιν εἰς ὀξὺ λήγουσα. τὸ γὰρ φοξόν, φησίν, ἐπὶ τούτου τάττεται, καθότι καὶ Ὅμηρος ἐπὶ Θερσίτου φησί· «φοξὸς ἔην κεφαλήν». καὶ ἔστιν οἷον φαοξὸς ὁ πρὸς τὰ φάη, φησίν, ὀξὺς ὁρώμενος. Καὶ ὅρα ὡς οὐκ ἔπαθε συναίρεσιν ἐκ τοῦ ἄλφα καὶ ο ὁ φοξός, ἀλλ' ἐκβληθέντος τοῦ ἄλφα ἔμεινε τὸ ο μετὰ τοῦ ξῖ πρὸς ἔνδειξιν σαφῆ ἐτυμολογίας.] Ἐπεὶ δὲ πολλάκις καὶ φοξότητα ἤ τι ἄλλο πάθος ἡ κεφαλὴ ἔχουσα ὅμως ἐπικαλύπτεται ταῖς θριξί—κοσμοῦσι γὰρ αὗται τὸ ἐκείνης εἰδεχθές, ὅθεν καὶ κόμαι λέγονται παρὰ τὸ κοσμεῖν—φησὶν ὁ ποιητής, ὅτι ψεδνὴ ἐπενήνοθε λάχνη τῇ τοῦ Θερσίτου κεφαλῇ, ὡς ἂν μὴ λανθάνῃ τὸ ἐκείνης φοξὸν τῇ κόμῃ ἐπικρυπτόμενον. Ἔστι δὲ ψεδνὴ μὲν ἡ λεπτὴ ἀπὸ τοῦ ψῶ, τὸ λεπτύνω, ψεδανή, ὡς μηκεδανή, καὶ ἐν συγκοπῇ ψεδνή, ὡς «αἴγειρος μακεδνή». τινὲς δὲ ἀπὸ τῆς πίσσης ἐτυμολογοῦσι τὴν λέξιν καὶ λέγουσι ψεδνὴν λάχνην τὴν λεπτὴν τρίχωσιν καὶ ἣν ἐκσπάσοι ἄν τις ἀπὸ τῆς κεφαλῆς πίσσῃ χρώμενος, ὁποῖα πολλὰ πάθη γίνεται, ἵνα εἴη λάχνη πισσεδανὴ καὶ ἐν συγκοπῇ καὶ φυσικῇ τροπῇ τοῦ π καὶ σ εἰς ψ ψεδνή, ὥσπερ ἐκ τοῦ ὀπίσω γίνεται ἂψ καὶ ἐπὶ ἄλλων ὁμοίων. Λάχνη δὲ ἡ τρίχωσις ἢ παρὰ τὸ λαχαίνω, τὸ σκάπτω, καθ' ὁμοιότητα τῆς ψιλῆς γῆς καὶ μικρά τινα ἐχούσης φυτάρια λαχαινόμενα, ἐξ οὗ παράγεται καὶ τὸ λάχανον· ἢ παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χνοῦς, ὃ δηλοῖ βραχεῖάν τινα καὶ λεπτὴν τριχῶν ἀνάφυσιν, ὁποία καὶ ἡ τῶν βρεφῶν. [δῆλον δὲ ὡς ἀπὸ τοιαύτης λάχνης καὶ θῆρες λαχνήεντες λέγονται, καθὰ καὶ ἀπὸ χαίτης ἄρκτος χαιτήεσσα.] Τὸ δὲ ἐπενήνοθεν εἰς μὲν γραφὴν πεζὴν πάντῃ ἐστὶν ἀσυντελές, σημαίνει δὲ τὸ ἐπέθεε καὶ ἐπέτρεχεν. ὥσπερ δέ, φασίν, ἀπὸ τοῦ ἄχος ῥέειν