Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.315
Not analysed yet
στραβός, καὶ ἰλλώπτειν τὸ στραβίζειν· τινὲς δὲ ὅτι ἔπιλλος ὁ παράστραβος καὶ ὅτι ὁ στρεβλός, ὃν οἱ παλαιοὶ στραβὸν λέγουσι, καὶ ὅτι ἰλλώπτειν καὶ ἐνιλλώπτειν τὸ ὑγροῖς, ὥς φησιν Αἴλιος Διονύσιος, καὶ ἐπιμύουσι καὶ κατακεκλασμένοις ὄμμασιν ἐμβλέπειν. Παυσανίας δὲ ἐνίλλειν τὸ ὀφθαλμοῖς καταμωκᾶσθαι καὶ ἰλλώπτειν καὶ ἐπιλλοῦν τὸ μυκτηρίζειν καὶ κατιλλώπτειν τὸ καταμυκτηρίζειν. καὶ τοιαῦτα μὲν τὰ τοῦ φολκοῦ, ἐν οἷς ὅρα καὶ ὅτι ἐκφράζων ἄνθρωπον ὁ ποιητὴς ἀπὸ κεφαλῆς ἤρξατο κανόνι ῥητορικῷ, καὶ ταύτης ἐκ τοῦ τιμιωτάτου, τῶν ὀμμάτων δηλαδή· ὅπερ ποιήσει καὶ ἐπὶ τοῦ βασιλέως ἐν τῷ «ὄμματα καὶ κεφαλὴν ἴκελος Διΐ». ἄρχεται γάρ, φασίν, ἐν τούτοις οἷά τις ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου. Τὸ δέ «χωλὸς ἕτερον πόδα» [οὐκ ἐξ ἀνάγκης δηλοῖ, ὡς καὶ κυλλοποδίων καθ' Ἥφαιστον ἦν ὁ Θερσίτης· ἐπὶ πλέον γάρ πως τὸ χωλὸν τοῦ κυλλοῦ. κυλλὸς μὲν γὰρ ὁ τὰ καίρια βλαβεὶς ἐκ γενετῆς, χωλὸς δὲ κοινῶς καὶ ὁ ὕστερον ἐκ πληγῆς ἢ ἄλλως πως ἐξ ἀρτιώσεως παθὼν κύλλωμα, ὁποῖόν τινα καὶ τὸν Θερσίτην ἱστοροῦσιν ἔνιοι. ἑτέρως δὲ θεωρῆσαι, τὸ «χωλὸς ἦν ἕτερον πόδα»] ἐπίτασίς ἐστι τοῦ γελοίου· ἧττον γὰρ ἄν, φασίν, ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε χωλὸς ἦν. ὅτι δὲ τὸ χωλόν καὶ ἐπὶ χειρὸς τίθεται, ῥητορικοῦ Λεξικοῦ ἔστι παρασημείωσις. (v. 218) Γελοῖον δὲ καὶ τὸ ἐπὶ στῆθος αὐτῷ τοὺς ὤμους συμπεπτωκέναι. μᾶλλον γὰρ γέλωτος ποιητικὸν τὸ ἐκ τῶν ἔμπροσθεν κυρτὸν ἤπερ τὸ ὄπισθεν καὶ οὐδὲ αὐτὸν λανθάνει τὸν ἔχοντα οἷός ἐστιν· ὁρᾷ γὰρ τὸ κυρτόν. Τὸ δὲ συνοχωκότε δηλοῖ μὲν τὸ συμπεπτωκότες· γίνεται δὲ ἀπὸ τῆς ξυνοχῆς, ἥτις παρὰ τῷ ποιητῇ δηλοῖ τὴν ἀπὸ πλατέος εἰς στενὸν σύμπτωσιν, ὅπου ξυνοχὰς λέγει ὁδοῦ, ταὐτὸν δὲ εἰπεῖν κλεισούρας καὶ στενότητας. Σκοπητέον δὲ εἴ τι καὶ τὸ οἴχωκεν ἐνταῦθα συμβάλλεται, ὃ κεῖται παρ' Ἡροδότῳ, καὶ εἰ βυσσαύχην ὁ Θερσίτης ὑπογράφεται. Διονύσιος γὰρ Αἴλιός φησιν, ὅτι βυσσαύχην ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. Παυσανίας μέντοι φησίν, ὅτι βυσσαύχην ὁ τὸν αὐχένα συνέχων καὶ τοὺς ὤμους ἀνέλκων. (v. 219) Φοξὸς δὲ κεφαλὴν λέγεται ὁ εἰς ὀξὺ λήγουσαν ἔχων αὐτήν, λεγόμενος οὕτω ἢ ἀπὸ τῆς ὀξύτητος ἢ κατὰ τοὺς παλαιοὺς ἐξ ὁμοιότητος τῶν πυριρραγῶν ὀστράκων, ἅπερ φοξὰ λέγεται οἱονεί τινα φλοξά. προμήκης οὖν ἡ κεφαλὴ τῷ Θερσίτῃ καὶ διὰ τοῦτο γελοία, ὅπου γε καὶ ὁ μέγας ἐκεῖνος Περικλῆς ὀνειδισμόν