Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.318
Not analysed yet
Θερσίτην φησὶ σκώπτων εἰς ἀλογίαν· ἀλόγων γὰρ ζῴων τὸ κλάζειν. φησὶ γάρ, ὅτι τῷ Ἀγαμέμνονι ὀξέα κεκληγὼς ἔλεγεν ὀνείδεα, [οὗ διασαφητικὸν κατωτέρω τὸ «Ἀγαμέμνονα νείκεε μύθῳ».] ὑπογράφει οὖν καὶ τὴν τοῦ Θερσίτου φωνὴν ὡς μὴ βαρεῖαν οὖσαν καὶ ἡρωϊκήν, ἀλλὰ ὀξεῖαν, ὁποία ἡ τῶν παίδων ἢ τῶν γυναικῶν. διὸ καὶ Ὀδυσσεὺς παίζων λιγὺν αὐτὸν ἐν τοῖς ἑξῆς ἐρεῖ δημηγόρον, ὡς ταὐτὸν ὂν ὀξὺν εἰπεῖν ἢ λιγύν. παρακατιὼν δέ φησιν, ὅτι μακρὰ βοῶν ἐνείκει τὸν Ἀγαμέμνονα. διὸ καὶ τύπτει καὶ αὐτὸν Ὀδυσσεὺς ὡς καὶ τοὺς ἄλλους δημότας, ὅσοι βοῶντες τὸν ὄχλον ἀνέσειον. Ὅρα δὲ ὅπως ἡ αὐτὴ λέξις καὶ ἐπὶ ἐπαίνου λαμβάνεται καὶ ἐπὶ σκώμματος. ὧδε μὲν γὰρ ὁ Θερσίτης λιγὺς ἀγορητὴς σκωπτικῶς καὶ μάλιστα κατὰ εἰρωνείαν· ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳ τοιοῦτος ὁ Νέστωρ ἐν ἐπαίνου λόγῳ εἴρηται. [Εἰκὸς δὲ καὶ ἐπ' ἀληθείᾳ λιγύφθογγον αὐτὸν εἶναι καὶ τοῦτό γε εἰς ἀρετὴν ἔχειν. διὸ καὶ Ὀδυσσεὺς αὐτὸν οὕτω μετ' ὀλίγα προσείπῃ, οὐ μὴν ἐπαινετικῶς ἀλλ' ὡς ἐν σκώμματι· ἐπεὶ μηδὲ ἐξ ἀνάγκης ἐν τῷ μεγάλῳ κεῖται τὸ εὖ, ἀλλ' ἀνάπαλιν τὸ μέγα ἐν τῷ εὖ.] (v. 223) Ὅτι οὕτω θαυμαστοὶ καὶ φιλοβασιλεῖς οἱ Ἕλληνες, ὥστε ἐκπάγλως κοτέονται τῷ Θερσίτῃ καὶ ὀφείλοντες λύπην τρέφειν κατὰ τοῦ βασιλέως διά τε τὴν ἀπόπειραν καὶ τὴν τοῦ νόστου κώλυσιν· οἱ δὲ ὅμως νεμεσῶσι τῷ στασιαστῇ, τουτέστι δικαίως ἐπιμέμφονται. τάχα δὲ καὶ οἰκτείρουσι τὸν Ἀγαμέμνονα σκοπούμενοι, ὅπως αἱ τῶν μεγάλων ἀτυχίαι κατὰ τοὺς παλαιοὺς ὑψοῦσι τοὺς ταπεινούς. (v. 225—8) Ὅτι τὸ ἀκαιρολόγον εἶναι τὸν Θερσίτην δεικνύουσιν οἱ παλαιοί, ἐξ ὧν ἐρωτᾷ τὸν βασιλέα οὕτω πως· «Ἀτρείδη, τέο», [ἤγουν τίνος δὴ πράγματος,] «αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις; πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες ἐξαίρετοι». ταῦτα γὰρ ἔδει, φασίν, ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων ἀγέραστος εἶναι δευόμενος. ὁ δὲ τότε σιγήσας φθόνῳ τῷ πρὸς Ἀχιλλέα νῦν ἀκαίρως αὐτὰ προβάλλεται. Ὅρα δὲ ὅτι ἐξ ἀρχῆς αὐτῆς ἡ τοῦ Θερσίτου θρασύτης διαφαίνεται ἀπὸ τοῦ ἐρωτηματικοῦ σχήματος· τραχύτητος γὰρ σχῆμά ἐστι τὸ τοιοῦτον καὶ σφοδρότητος. καὶ Ὀδυσσεὺς μὲν μετ' ὀλίγα Ἀτρείδην ἄνακτα τὸν βασιλέα προσφωνεῖ καὶ Νέστωρ δὲ μετ' αὐτὸν ἄνακτα Ἀγαμέμνονα· Θερσίτης δὲ ἀρκεῖται μόνον Ἀτρείδην αὐτὸν προσειπὼν πάνυ ἀπαίδευτος καὶ ἐξ αὐτῆς τῆς τοῦ λόγου φαινόμενος εἰσβολῆς. Ἔνια δὲ τῶν ἐνταυθοῖ νοημάτων ἐκ τῆς τοῦ Ἀχιλλέως δημηγορίας παρείλκυσται, ὡς οἷον τυχαίως καὶ κατά τινα συνέμπτωσιν ἢ καὶ κατὰ παραποίησιν. (v. 226) Τὸ μὲν γάρ «πλεῖαί τοι χαλκοῦ κλισίαι» εἰς τὸ φιλοκτέανον ἀποτείνεται, ὅπερ ὠνείδισεν ὁ Ἀχιλλεὺς τῷ βασιλεῖ ἀορίστως αὐτὸς εἰπών, εἰ καὶ ὁ Θερσίτης ὑπερβολικῶς ναυσὶν ὅλαις τὸν βασιλικὸν πλοῦτον ηὔξησε. τὸ δὲ εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Θερσίτης εὐεργετεῖ