Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.319.1
Not analysed yet
προσπορίζων χρυσὸν τῷ βασιλεῖ, ἐκ τῶν τοῦ Ἀχιλλέως παρέξεσται, ὅπου φησίν, ὡς ἐκεῖνος μὲν πονεῖ πολεμῶν, ὁ δὲ Ἀγαμέμνων πλουτεῖ. τὸ δὲ ἀνασείειν τὸν ὄχλον εἰς ἀντιστασίαν καὶ αὐτὸ ἐκεῖθεν παραπεποίηται. ἀλλ' ὁ μὲν Ἀχιλλεὺς ἐθαυμάζετο, Θερσίτης δὲ διὰ τὸ ἄκαιρον τοῦ λόγου καὶ διὰ τὴν πήρωσιν περιφρονηθεὶς οὐκ εὖ ἀπαλλάξει, ὡς καὶ ἐνταῦθα προσαρμόσαι τὸ τραγικόν· «λόγος γὰρ ὁ αὐτὸς ἔκ τ' ἀδοξοῦντος ἐλθών», τοῦ Θερσίτου, «καὶ ἐκ δοκοῦντος», τοῦ Ἀχιλλέως, «οὐ ταὐτὰ ἐδυνήθη». ὁ δὲ γελοῖος Θερσίτης καὶ ἄλλα προσεπιτιθεὶς νοήματα οἴκοθεν εἰς λαγνείαν τε καθάπτεται τοῦ βασιλέως ἐν τῷ «πολλαὶ δέ σοι γυναῖκές εἰσιν ἐξαίρετοι» καὶ τοὺς Ἕλληνας αὐτοῦ ὑπερτίθησιν οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ ἐκείνους εὐεργέτας βασιλικοὺς δεικνύων ἐν τῷ λέγειν, ὅτι ἐξαιρέτους γυναῖκας ἡμεῖς οἱ Ἀχαιοὶ σοὶ πρωτίστῳ δίδομεν, ὅτ' ἂν πτολίεθρον ἕλωμεν. (v. 229) Καὶ ἐν τῷ «ἢ χρυσοῦ ἐπιδέῃ, ὃν ἄν τις οἴσει Τρώων υἱοῦ ἄποινα, ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν;» (v. 234) Λέγει δὲ καὶ κακῶν αἴτιον τοῖς Ἀχαιοῖς τὸν βασιλέα, ἐν οἷς αὐτὸν λέγει κακῶν ἐπιβασκέμεν τοὺς Ἕλληνας. (v. 239 s.) Ὀνειδίζει δὲ καὶ διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν καὶ διὰ τὴν τοῦ Ἀχιλλέως ἀτιμίαν εἰπών, ὅτι τὸν Ἀχιλλέα αὐτοῦ «μέγα ἀμείνονα φῶτα ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας» καὶ τὰ ἑξῆς. Ταῦτα εἰπόντα τὸν Θερσίτην ὁ μὲν βασιλεὺς ἀφίησι ληρεῖν, τάχα μὲν καὶ ὡς αἴτιον ἑαυτὸν εἰδὼς τῆς τε νῦν κινήσεως τῶν πραγμάτων καὶ τῆς τοῦ Ἀχιλλέως ὕβρεως καὶ διὰ τοῦτο νοῶν ταπεινὰ καὶ αἰδούμενος, ἤδη δὲ καὶ διὰ τὸ τοῦ ἤθους βασιλικόν. ὑπερφρονεῖ γὰρ τοῦ φαυλοτάτου Θερσίτου, καθὰ καὶ τὸν Ἀλεξάνδρου φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παριέναι, ὁρμᾶν δὲ ἐπὶ τὰ κρείττω, ὅπερ ὁ Θεμίστιος ἐπὶ κυνῶν Ἰνδικῶν οὕτω φράζει· «κύων Ἰνδὸς λέοντι μὲν ἐπέξεισι καὶ παρδάλει, λύκους δὲ ὑπερορᾷ καὶ ἀλώπεκας». καὶ ὁ μὲν βασιλεὺς οὕτω παρ' οὐδὲν αὐτὸν τίθεται· Ὀδυσσεὺς δέ, ᾧ καὶ ἔχθιστος ἦν, ἐφίσταται αὐτῷ καὶ σωφρονίζει, ὡς μετ' ὀλίγα γνωσόμεθα. Σημείωσαι δὲ καὶ ὅτι ὁ οὕτω φίλερις Θερσίτης ὠνείδισε μέν, ὕβριν δὲ κατὰ τοῦ βασιλέως τραχεῖαν οὐκ ἐξελάλησεν ὁποίας ὁ Ἀχιλλεύς, οἷον τὸ «ἀναιδείην ἐπιειμένε» καὶ «οἰνοβαρές». καὶ ἔστι καὶ τοῦτο σύμβολον τοῦ μὴ ἔνδοξον εἶναι τὸν Θερσίτην. ἔστι δὲ καὶ τέχνη τοῦ ἀναλόγως μερίζειν τὰς ἐννοίας ταῖς τῶν προσώπων ποιότησιν. Ὅρα δὲ καὶ ὅτι σκοπὸν ἔχων ὁ ποιητής, ὡς προείρηται, ἱστορεῖν, ὅπῃ τύχῃ κατὰ τὸ ἐγχωροῦν, εἴ τι λόγου ἄξιον πρὸ τοῦ δεκάτου ἔτους ἐπέπρακτο, ἱστορίαν καὶ ἐνταῦθα ὡς ἐν ἐπεισοδίῳ ἔθετο εἰωθυῖαν γίνεσθαι καὶ πρὸ τούτου. (v. 230) Τὸ γὰρ τοὺς Τρῶας δώροις λύεσθαι τοὺς ἑαυτῶν αἰχμαλώτους μαθησόμεθα μὲν καὶ ἐν τοῖς ἑξῆς σαφέστερον ἐκ προσωπικῶν ἱστοριῶν, ὡς καὶ ἐπὶ τοῦ Χρύσου ἔγνωμεν· ἐνταῦθα δὲ ἀορίστως οὕτω λέγει τινὰ τῶν Τρώων, ἤγουν τοῦτον ἢ ἐκεῖνον, χρυσὸν φέρειν εἰς ἄποινα, ὅ ἐστιν εἰς λύτρον τοῦ υἱοῦ. (v. 231) Τὸ δέ «ὃν ἐγὼ δήσας ἀγάγω» πάνυ ἀστείως εἴρηται κατὰ τοὺς παλαιούς. δῆλον γάρ, φασίν, ὅτι ἐν τῷ εἰπεῖν «ἐγώ» δείκνυσιν