Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.325
Not analysed yet
καὶ τραχύτητα κατὰ τοῦ βασιλέως, κατασκευὴν δὲ τῆς ἀξιώσεως οὐδεμίαν τῆς ἀξιούσης οἴκαδε νέεσθαι. Τί γὰρ συμβάλλεται τῷ Θερσίτῃ πρὸς τὸ δεῖν ὑποχωρῆσαι τοὺς Ἕλληνας, ἐὰν ὁ βασιλεὺς πολλὰ ἔχῃ χρήματα καὶ πολλὰς γυναῖκας καὶ ἐὰν τὸν Ἀχιλλέα ἠτίμησεν, ὃν αὐτὸς οὐ πάντων ἀμείνονα κρίνει, ὡς εἴρηται. τοὐναντίον μὲν οὖν καὶ ἐναντιοῦνται τὰ τοιαῦτα πρὸς τὴν ἀξίωσιν. δύνανται γὰρ οἱ Ἕλληνες εἰπεῖν, ὅτι ἐὰν ὁ βασιλεὺς πολλὰ ἔχῃ, μενετέον καὶ ἡμᾶς, ἵνα πολλὰ κτησώμεθα, καὶ ὅτι ὁ ἀτιμήσας ἕνα, ὃς οὐ πάντων, ὡς σὺ φῄς, ἐστὶν ἀμείνων, εἰς οὐδὲν μέγα ἐσφάλη. Χρήσιμον δὲ εἰς σαφήνειαν τοῦ ἀκριτομύθου καὶ τὸ ἀκριτόφυλλον ὄρος ἐν τοῖς ἑξῆς. Τὸ δέ «λιγὺς εἶναι ἀγορητής» ἢ εἰρωνικῶς εἴρηται ἢ ὡς καὶ ὀξέα κεκληγότος τοῦ Θερσίτου, καθὰ προείρηται, γυναικικώτερον ἢ καὶ ὡς ἄλλως λιγέος ἤτοι ὀξέος, ὅ ἐστι θυμικοῦ, κατὰ τρόπον μεταλήψεως καὶ διὰ τοῦτο καὶ φιλονείκου, εἴγε νεικείων ἦν Ἀγαμέμνονα· Ἄλλως δέ γε οὐκ ἐπίψογον τὸ λιγύ, εἴγε καὶ ὁ γέρων Νέστωρ λιγὺς Πυλίων ἐρρέθη ἀγορητής. διὸ παρακατιών φησιν, ὡς μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε φωνῇ τάχα χρώμενος μιαρᾷ, ὁποίᾳ καὶ ὁ παρὰ τῇ κωμῳδίᾳ Κλέων Κυκλοβόρου, φασίν, φωνὴν ἔχων, Ἀττικοῦ τινος δηλονότι χειμάρρου θορυβοῦντος ἐν τῷ ῥέειν. (v. 247) Τὸ δέ «μὴ ἔθελε οἶος ἐρίζειν τοῖς βασιλεῦσι» δημαγωγικόν ἐστιν. οἱονεὶ γὰρ λέγει ὅτι σὺν τῷ δήμῳ λαλῶν οὐκ ἂν τυχὸν ἐκωλύθης, μόνος δὲ οὐκ ἂν ἐρίζοις. (v. 249 s.) Εἶτα καὶ τὸ νόημα αὔξων καὶ παραδεικνὺς οἷος ὁ Θερσίτης ἐπάγει, ὅτι «οὐ γὰρ ἐγὼ σοῦ φημι χείρονα βροτὸν ἄλλον εἶναι, ὅσοι ἐς Τροίαν ἦλθον», μονονουχὶ λέγων «μὴ θέλε μόνος ἐρίζειν τοῖς βασιλεῦσι καὶ ταῦτα πάντων χείρων ὤν». εἰ γὰρ καὶ Ἀχιλλεὺς μόνος ἤρισε χθές που τῷ βασιλεῖ, ἀλλ' ἐκεῖνος ὁ πάντων ἦν ἄριστος. Καὶ σημείωσαι καὶ νῦν, ὅτι ἔχεις παρὰ τῷ ποιητῇ ἄριστον μὲν καὶ κάλλιστον τὸν Ἀχιλλέα, χείριστον δὲ καὶ αἴσχιστον τὸν Θερσίτην· καλῶς ἄρα καὶ ἔχθιστος ἦν τῷ Ἀχιλλεῖ. [Ἐνταῦθα δὲ σημείωσαι εἰς τὸ μήτινα ἐν Ἀχαιοῖς χείρονα τοῦ Θερσίτου εἶναι, ὅτι οὐ πάνυ ἀπροσφυὲς εἰπεῖν ὡρμημένον ἐκ τῶν παλαιῶν, ὡς οὔτ' ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη, οὔτ' ἂν δύο Ἀλκιβιάδας αἱ Ἀθῆναι κατὰ τοὺς παλαιούς, οὕτω δὲ οὐδὲ δύο ἂν τοιούτους Θερσίτας ἴσως τὸ Πανελλήνιον.] (v. 250) Τὸ δέ «ἀνὰ στόμα ἔχων» ἀστείως εἴρηκεν ἀντὶ τοῦ οὐκ ἂν ἀγορεύοις ἀεὶ ἐν στόματι ἔχων τοὺς βασιλεῖς, ὡς εἴπερ τις βασιλικὸν σκῆπτρον ἐν χειρί. καὶ ἄλλως δὲ οὐ μόνον οὐ χρὴ ὑβρίζειν, ἀλλ' οὐδὲ ἁπλῶς ἀνὰ στόμα φέρειν τοὺς βασιλεῖς χρὴ τὸν τυχόντα. δῆλον δὲ καὶ ἐκ τούτου ὅτι πᾶσιν ἤριζε βασιλεῦσι. διὸ καὶ