Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.324
Not analysed yet
εἴρηκε καὶ τὸ τοιοῦτον ποίμνιον ποιμανόριον. Σημείωσαι δὲ ὅτι ἐν τοῖς ἑξῆς παραβολικῶς καὶ αἰπόλῳ εἰκάσει τὸν βασιλικὸν ἄνδρα κρίνοντα, ἤτοι διακρίνοντα, ἐξ ἑτέρων τοὺς ὑπ' αὐτόν, ἴσως μὲν ὅτι γενικῶς πάντα τὰ τοιαῦτα τῇ κλήσει τοῦ ποιμένος ἐμπεριέχονται, μάλιστα δὲ καί, ἵνα ἐμφήνῃ ὁ ποιητής, ὅτι ἔστι μὲν καὶ αἰπόλους εἰπεῖν τοὺς βασιλεῖς, ὀνομάζονται δὲ ὅμως ἐκ τοῦ κρείττονος. (v. 244) Ὅτι τὰ μὲν ἄλλα ληρῶν ὁ Θερσίτης φορητὸς ἦν· ὅτε δὲ τοὺς Ἕλληνας τοῦ νόστου ὑπέμνησεν, εἰς ὃν προορμήσαντες μόλις ἀπὸ τοῦ Ὀδυσσέως κατεσχέθησαν, ἐνταῦθα ὁ Ὀδυσσεύς, ὡς καὶ προείρηται, ὑποπτήξας μήποτε λύσῃ τὴν ἀγορὰν ὁ Θερσίτης, παρίσταται οὐχ' ἁπλῶς ἀλλὰ ὦκα· ἔδει γὰρ αὐτὸν ἐπιταχῦναι τῷ πράγματι. καὶ τὸ ἐντεῦθεν ὑπόδρα ἰδὼν χαλεπῷ μύθῳ ἐπέπληξεν, ἔτι δὲ καὶ ἠπειλήσατο καὶ σκήπτρῳ ἔπληξεν, ἐξ οὗ σημειοῦνται οἱ παλαιοὶ μὴ βασιλέα εἶναι τὸν Θερσίτην, καθὰ καὶ προείρηται. οὐ γὰρ ἂν οὕτως ἀτιμότατα ὁ Ὀδυσσεὺς προσηνέχθη αὐτῷ, οὐ μόνον ὑβρίσας, ἀλλὰ καὶ ἀπειλὴν αἰσχίστην ἀπειλησάμενος, ὡς μετ' ὀλίγα ῥηθήσεται, καὶ πληγὴν δὲ ἐντρίψας γενναίαν τε καὶ βιαίαν. Ἰστέον δὲ ὅτι τὸ Θερσίτης ἐκτείνει ἀναγκαίως τὸ παραλῆγον δίχρονον, ὡς μὴ ἄλλως εὐχρηστούμενον Ὁμήρῳ εἰς μέτρον δακτυλικόν. καὶ ὅτι Θερσίτης, φασίν, ὡς καὶ προείρηται, καλεῖται παρὰ τὸ θέρω θέρσω τὸ θερμαίνω· θερμὸς γάρ, φασίν, ἦν καὶ προπετής· καὶ μάρτυς Ὀδυσσεὺς ῥάβδῳ τοῦτον, φασί, παύσας τοῦ φρονεῖν ὑπερόρια. Κατὰ δὲ ἑτέρους παρὰ τὸ θάρσος, ὃ Αἰολεῖς θέρσος λέγουσιν, ἡ κλῆσις τῷ ἀνδρί, κατὰ ἀντίφρασιν μέντοι· οὐ γὰρ εὔτολμος φανεῖται, ἀλλὰ θρασύδειλος, ὅσγε καὶ κλαύσεται ἐν τοῖς ἑξῆς ἀγεννῶς. Ὡς δὲ ἡ θερμότης καὶ εἰς ἔπαινον συντελεῖ, καθ' ὃν θερμουργὸς Ἀλέξανδρος ὁ πάνυ λέγεται, καὶ εἰς ψόγον δέ, καθὰ δηλοῖ καὶ ὁ Κωμικὸς διαλελυμένως εἰπών «θερμὸν ἔργον» τὸ ἀναιδές, ἔστι πολλαχόθεν συναγαγεῖν. (v. 246—51) Ὅτι τοιαύτη τις ἡ κατὰ τοῦ Θερσίτου δημηγορία τῷ Ὀδυσσεῖ· «Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοι ἅμ' Ἀτρείδῃσ' ὑπὸ Ἴλιον ἦλθον. τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμα ἔχων ἀγορεύοις καί σφιν ὀνείδεά τε προφέροις νόστον τε φυλάσσοις» καὶ τὰ ἑξῆς. (v. 246) Ἔστι δὲ ἀκριτόμυθος ἢ ὁ πολύλογος, ὡς καὶ ἄκριτα φῦλα τὰ δυσδιάκριτα διὰ πληθυσμόν, ἢ ὁ ἀδιευκρίνητος ἐν τῷ λέγειν καὶ ἄκοσμος. εἰ γάρ τις τὴν αὐτοῦ δημηγορίαν σκέψεται, ἧς τέλος ἐστὶ τὸ οἴκαδε νεώμεθα, πολυλογίαν μὲν ἔχει