Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.327
Not analysed yet
ἁπλῶς Δαναοὶ κατὰ τὸν σὸν λόγον, ἀλλὰ ἥρωες Δαναοί. σὺ δὲ δίδως μὲν πρᾶγμα οὐδέν, ἀγορεύεις δὲ κερτομῶν, ὅ ἐστι δακνηροὺς μόνον λόγους δίδως τῷ βασιλεῖ. Κέρτομος γὰρ λόγος ὁ κέαρ τέμνων, ὅ ἐστι δάκνων ψυχὴν καὶ θυμοδακής, ἐξ οὗ καὶ τὸ «κερτομίοις Δία Κρονίονα προσηύδα». Τὸ δέ «ἧσαι ὀνειδίζων» ἀντὶ τοῦ διατρίβεις, ἀργεῖς· οὐ γὰρ ἐκάθητο ἀληθῶς ὁ Θερσίτης, ἀλλὰ ἵστατο. μετὰ γοῦν τὴν πληγὴν ταρβήσας καθέζεται· εἰ μὴ ἄρα παίζει εἰς τὴν τοῦ αὐχένος καὶ τῶν ὤμων καὶ τῶν στηθέων συνίζησιν ὁ ποιητὴς διὰ τὸ δοκεῖν τὸν Θερσίτην οὕτω συνιζάνοντα καθῆσθαί πως καὶ ὅτε ἵστατο. (v. 248 s.) Ὅτι ἐν πολλοῖς τὸ φημί ἀξιωματικῶς καὶ ἀποφαντικῶς οἱ παρὰ τῷ ποιητῇ δημηγοροῦντες τιθέασιν, ὡς εὖ εἰδότες καὶ ἐφ' οἷς λέγουσιν ἀληθεύοντες. οὕτως ὁ βασιλεὺς εἶπε· «τόσσον ἐγώ φημι πλέας εἶναι Ἀχαιούς». ἐρεῖ δὲ καὶ ὁ Νέστωρ· «φημὶ γὰρ οὖν κατανεῦσαι τὸν Δία». οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθά φησιν· «οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον εἶναι, ὅσοι ἅμα Ἀτρείδαις ὑπὸ Ἴλιον ἦλθον». καὶ ἔστι τοῦτο κρίσις Ὁμηρικὴ καὶ ἐπίκρισις τῆς τοῦ Θερσίτου διαπλάσεως, ὡς μὴ εὐχερὲς ὂν χείρω τοῦ Θερσίτου ῥᾳδίως εὑρεθῆναι, εἴγε λωβητὸς οὕτως ἦν κατά τε σῶμα καὶ ψυχήν. Ὅρα δὲ τὸ ἀσφαλὲς τοῦ λόγου· οὐ γὰρ εἶπε χείρονα πάντων ἀνθρώπων, ἀλλὰ τῶν συστρατευσάντων τοῖς Ἀτρείδαις. ἄλλως γὰρ τί κωλύει ἐν ὅλῳ τῷ κόσμῳ εἶναί τινα τοῦ Θερσίτου χείρονα. [Τὸ δὲ μήτινα τῶν ἐν Τροίᾳ χείρω εἶναι Θερσίτου ἀμύνει τῷ Ἀχιλλεῖ, ῥηθέντι πρὸς τοῦ αἰσχίστου οὐχ' ἁπλῶς ἀρίστου, ἀλλὰ μέγα ἀμείνονος φωτὸς ἤπερ ὁ βασιλεύς. μονονουχὶ γάρ φησιν, ὡς ὁ μὲν Ἀχιλλεύς, εἰ καὶ μὴ πάντων, ἀλλὰ ἑνός τινος γοῦν μέγ' ἀμείνων ἐστί, τοῦ βασιλέως δηλαδή, ὡς σὺ φῄς, σὺ δὲ οὐδενὸς ἀμείνων ἀλλὰ πάντων χείρων, εἴγε μηδεὶς χείρων σου ἐνταῦθα ἥκει.] Τὸ δὲ χερειότερον οὐ ζηλωτὸν τοῖς πεζὰ ῥητορεύουσιν, ὡς οὐδὲ τὸ ῥηΐτερον οὐδὲ τὸ ῥᾳότερον οὐδὲ τὸ «πλειοτέρῃ σὺν χειρί» οὐδ' ὅσα ἕτερα τοιαῦτα. ποιηταῖς μέντοι χρηστά εἰσιν, ὡς πολλαχοῦ φαίνεται, [παρ' οἷς οὐ μόνον διπλῆ κατὰ παραγωγήν ἐστι σύγκρισις ἔν τε τοῖς ῥηθεῖσι καὶ ἐν τῷ λῷον λωΐτερον, ἀλλὰ καὶ ἐξ ὑπερθέσεως καταβιβασμὸς εἰς σύγκρισιν, ὡς δῆλον ἐκ τοῦ λαλίστερος, ὃ παρειλκῦσθαι δοκεῖ ἐκ τοῦ λάλιστος. ἔτι δὲ καὶ ἐπίτασις ὑπερθέσεως ἐν τῷ κλέπτιστος κλεπτίστατος, λάλιστος λαλίστατος, κύδιστος κυδίστατος παρὰ Νικάνδρῳ, οἷς συντακτέον καὶ τὸ κορυφαῖος κορυφαιότατος. διπλῆς δὲ συγκρίσεως παράδειγμα, κωμικὸν μέντοι, καὶ τὸ προτεραίτερος, ὅ ἐστι πρότερος.