Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.328
Not analysed yet
ὥσπερ δὲ διπλοῦται ὁ σχηματισμὸς ἐν τοῖς εἰρημένοις, οὕτω ποτὲ πάσχει καὶ ἐν κτητικοῖς. Δημήτρειος γοῦν φαμεν καὶ Δημητρειακὸς καὶ Σάμιος καὶ Σαμιακὸς καὶ Ῥόδιος καὶ Ῥοδιακὸς καὶ ἕτερα ὁμοίως.] (v. 258) Ὅτι πολλάκις οἱ ῥήτορες τὸ «ὡς» οἷα παρέλκον τίθενται, οἷον πρᾶγμα εὖ τε καὶ ὡς ἑτέρως ἔχον ἀντὶ τοῦ καὶ ἑτέρως ἔχον. δέδωκε δὲ καὶ τούτου Ὅμηρος τὴν ἀρχὴν εἰπών· «εἴ σε ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε», ἀντὶ τοῦ «ἐάν σε εὕρω οὕτως ἀφραίνοντα» εἰ μὴ ἄρα τὸ ὡς ἀντὶ τοῦ λίαν ἐστί. καὶ ἐπὶ ἄλλων δὲ τοῦτο γίνεται λέξεων, ὡς πρὸ ὀλίγου δεδήλωται. (v. 259 s.) Ὅτι μέλλων εἰπεῖν ὁ Ὀδυσσεύς, ὡς ἐὰν μὴ τόδε ποιήσω, μηκέτι ζῴην μήτ' ἐγὼ μήτε ὁ υἱός μου Τηλέμαχος, οὕτω περιφράζει· «μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, μηδέ τι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην». τούτων γὰρ τὸ μὲν πρῶτον ἐπαρᾶται στρατιωτικώτερον τὸν ἐκ πολέμου θάνατον, τὸ δὲ ἐφεξῆς τὸν τοῦ υἱοῦ θάνατον δηλοῖ· Τηλεμάχου γὰρ θανόντος οὐκέτι πατὴρ ὁ Ὀδυσσεύς. Κάρη δὲ ἐνταῦθα τὴν κεφαλὴν ἔφη σὺν τῷ αὐχένι· οὕτω γὰρ τοῖς ὤμοις ἐπεῖναι ἡ κεφαλὴ λεχθήσεται. (v. 261—4) Ὅτι καὶ πάλιν ὁ Θερσίτης φαίνεται μὴ βασιλεὺς εἶναι, ἀφ' ὧν ὁ Ὀδυσσεὺς λέγει. φησὶ γάρ· «τάδε πάθοιμι», ὡς προεγράφη, «εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, σὲ δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπληγώς». Δῆλον γὰρ ὅτι οὐκ ἂν οὕτως ἀπρεπῶς ἀπεκδῦσαι καὶ πλῆξαι ἔνδοξον ἄνδρα ἠπειλήσατο. (v. 262) Ἰστέον δὲ ὅτι τὸ «χλαῖνάν τε καὶ χιτῶνα» ἐφερμηνευτικόν ἐστι τοῦ εἵματα, ἅπερ φίλα λέγει, ὡς ἄν τις εἴποι οἰκεῖα. Ὡς ἐπὶ πολὺ δὲ συγγενικῆς καὶ ἑταιρικῆς οἰκειότητος ἡ λέξις δηλωτική, ὡς μυριαχοῦ φανήσεται. Αἰδῶ δὲ ὀνομάζει, ὥς που καὶ ἐπὶ Πριάμου, τὰ παρὰ τοῖς ὕστερον αἰδοῖα. Καὶ ὅρα ὅτι ὁμώνυμος λέξις καὶ ἡ αἰδώς· οὐ γὰρ μόνον τὸ ἐπαινετὸν πάθος τῆς ψυχῆς, ὃ καὶ αἰσχύνη λέγεται κοινότερον κατὰ τὸ «αἰσχύνομαί σε προσβλέπειν ἐναντίον», ἤγουν αἰδοῦμαι, ἀλλ' ἰδοὺ καὶ σώματος μόριον. Τὸ δέ «ἃ αἰδῶ ἀμφικαλύπτει» περιφραστικῶς εἶπεν· οὐ γὰρ ἔκειτο ἴσως μία λέξις δηλωτικὴ τοῦ καλύμματος τῆς αἰδοῦς, ὅπερ οἱ Ῥωμαῖοι μὲν βράκαν φασίν, ἕτεροι δὲ ἀναξυρίδα ἐκ τοῦ ἀνασύρεσθαι. Τὸ δὲ ἀμφικαλύπτει δηλοῖ μὲν τὸ πάντοθεν καλύπτει· ἑρμηνεύεται δὲ ἢ παραφράζεται ὑπὸ Εὐριπίδου ἐν τῷ «κρύπτουσα, ἃ κρύπτειν ὄμματα χρεών», τὰ τῶν ἀρσένων, ὡς ἐκεῖνός φησιν· ὡς δέ τις ὕστερον παρῴδησε, τὰ τῶν ἀνθρώπων. Σημείωσαι δὲ ὅτι ἀπειλησάμενος Ὀδυσσεὺς πλῆξαι τὸν Θερσίτην καὶ μηδένα ἰδὼν δυσχεράναντα εὐθὺς