Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.329
Not analysed yet
ἐπιτίθησι καὶ πληγὴν καὶ ποιεῖ οὐχ' ὅλον αὐτὸ ἐκεῖνο τὸ ἀπειληθέν, ἀλλὰ μικρόν τι καὶ φορητότερον· οὐ γὰρ ἀπεκδύει, ὡς ἠπειλήσατο, φοροῦντα δὲ τὰ εἵματα πλήττει. φησὶν οὖν ὁ ποιητής· (v. 265 s.) «ὣς ἂρ ἔφη· σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω ἔπληξεν», ὡς οἷά τινα μαστιγίαν· ἐπεὶ καὶ νωτοπλῆγα οἱ παλαιοὶ ῥήτορες τὸν μαστιγίαν φασί. καὶ οὐδὲ πληγὰς πολλάς, ἀλλὰ μίαν ἐπιτίθησιν. εἶτα διασκευάζων τὸν λόγον πρὸς τὸ γελοιῶδες καὶ κωμικώτερον, οὕτω διαγράφει τὰ κατὰ τὸν Θερσίτην· (v. 266—70) «ὃ δ' ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ». μεθὸ εἰπών, ὅτι «σμῶδιγξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη σκήπτρου ὑπὸ χρυσέου», θρασύδειλον χαρακτηρίζει τὸν Θερσίτην ἐπαγαγών· «ὃ δ' ἂρ ἕζετο τάρβησέν τε». εἶτα πάλιν τὸ γελοῖον ἐπάγων φησίν· «ἀλγήσας δέ, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ», ὅπερ ἰδόντες Ἕλληνες διεχέθησαν γελάσαντες ἐφ' οἷς ἐκεῖνος ἐδάκρυε. λέγει οὖν· «Οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασαν». κατὰ γὰρ τοὺς παλαιοὺς καλὸν μὲν πρόσωπον οὐκ ἀχρειοῦται δάκρυσι, τὸ δὲ μὴ καλὸν αἴσχιον ἐν τῷ δακρύειν γίνεται. διόπερ ὁ Θερσίτης παναισχὴς ὢν καὶ αὐτόθεν γέλωτα προκαλούμενος ἔτι μᾶλλον γελοῖος ἐν τῷ δακρύειν ἄρτι γίνεται καὶ ὥσπερ τὰ παρ' αὐτῷ σπουδαῖα γελοῖα ἦσαν τοῖς Ἀχαιοῖς, οὕτω καὶ τὸ δάκρυον αὐτοῦ προκαλεῖται τοῖς Ἕλλησι γέλωτα. καὶ αὐτὸς μὲν ἐμβλέπει τοῖς Ἕλλησιν, ἵνα τε γνοίη, πῶς ἐπ' αὐτῷ διάκεινται, καὶ ἅμα καὶ βοήθειαν προκαλέσηται. οἱ δὲ τοσοῦτον ἀπέχουσιν, ὧν ἐκεῖνος ἐθέλει, ὥστε ἐπεγγελῶσιν. οὔτε δὲ ἂν ἐπλήγη οὔτε κατεγελάσθη, ἐὰν μὴ τῶν τυχόντων ἦν, ὡς προείρηται. Σημείωσαι δὲ καὶ ὅτι, εἰ μὴ ἐνέβλεψε τρανές, ἀλλ' ὑπέκρυπτε τὸ πρόσωπον, οὐκ ἂν ἐγελάσθη. νῦν δὲ ἀφ' οὗ ἐσπούδασεν, ἐξ ἐκείνου γελοῖος ἔδοξε. Σκοπητέον δὲ ἐξ οἵων εἰς οἷα τὰ τῆς περιπετείας κατήντησαν. οἱ γὰρ διὰ τὴν τοῦ νόστου ἔφεσιν πρὸ μικροῦ σκυθρωπάζοντες οὐ μόνον παύονται τῆς λύπης ἄρτι καὶ τοῦ νόστου λανθάνονται, ἀλλὰ καὶ γελῶσι, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ ἡδὺ γελῶσιν. Ὅρα δὲ καὶ ὅπως ἐν μεγάλῳ κινδύνῳ καὶ στάσει σφοδρᾷ καὶ δυσμεταχειρίστῳ πολλαῖς ὁ ποιητὴς ἐχρήσατο λύσεσιν, Ἀθηνᾶς παρουσίᾳ, δημηγορίαις ἀνδρὸς λογίου, ἀπειλαῖς, πληγαῖς, ἤδη δὲ καὶ γέλωτι. γέλωτος δὲ μεσολαβοῦντος οὐδαμοῦ σκυθρωπότης, εἰ μή τις γελῴη σαρδάνιον, ὡς ἐν Ὀδυσσείᾳ εὕρηται, οὗ πρὸς ἀντιδιαστολὴν ἐνταῦθα κεῖται τὸ «ἡδὺ ἐγέλασαν». (v. 265) Μετάφρενον δὲ λέγεται τὸ ἀπὸ αὐχένος ἕως ὀσφύος, μᾶλλον δὲ τὸ ἀντικρὺ ὄπισθεν τῶν φρενῶν, ὡς ἀλλαχοῦ φανήσεται. (v. 266) Ἰδνωθῆναι δέ ἐστι τὸ συγκαμφθῆναι καὶ γίνεται ἀπὸ τοῦ τὸ ἰνίον δονηθῆναι μετατεθέντος τοῦ δ ὀπίσω τοῦ ν. ἔστι δὲ ἰνίον τὸ ὀπίσω τῆς κεφαλῆς,