Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.331
Not analysed yet
ἔξ τὸ εἰς εὐθύ, ἡ δὲ ἀνά τὸ ὕψος, ὡς καὶ ἐν τῷ ὑπεξαναδύς καὶ τοῖς ὁμοίοις. Ἰστέον γὰρ ὅτι οὐδαμοῦ στοιβὴν προθέσεων μάτην οὕτω τίθησιν ὁ ποιητής, ἀλλ' ἑκάστη τῶν συγκειμένων προθέσεων σημαίνει τι, ὡς καὶ ὅτε εἴπῃ ἡμιόνους ὑπεκπρολυθῆναι ἀπήνης. καὶ ἐκεῖ γὰρ ἡ μὲν ὑπό πρόθεσις τὴν κάτω σχέσιν δηλοῖ, ἡ δὲ ἔξ τὴν ἐκτός, ἡ δὲ πρό τὴν ἐπὶ τὰ ἔμπροσθεν, ἵνα λέγῃ ὅτι κάτωθεν τοῦ ζυγοῦ ὄντας ἔξω ποιήσαντες ζυγοῦ προελθεῖν εἰς νομὴν ἐποίησαν. ὡς δὲ τὸ σιμόν καὶ ἐπὶ ταπεινότητος τίθεται τῆς κατὰ κοιλότητα, δηλωθήσεται, ὅπου νῆες πρόκροσσαι λέγονται. ὅτι δὲ τὸ σμῶδιγξ, καθὰ καὶ τὸ σμερδαλέον καὶ τὸ σμικρόν, διὰ τοῦ ζ εἶχον τὴν προφορικὴν ἀρχὴν πάλαι ποτὲ διὰ τὸ παρεοικὸς τοῦ ἤχου, δηλοῦσιν οἱ παλαιοί, ὧν ἐν ῥητορικοῖς Λεξικοῖς τοῖς κατὰ στοιχεῖον κεῖται καὶ ταῦτα ἐν τῷ ζ στοιχείῳ· ζμινύη ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον· οἱ δὲ δίκελλαν. καὶ ζβέσαι τὸ παῦσαι, λῆξαι, κοιμίσαι. καὶ ζβεννυμενάων αἰγῶν, ληγουσῶν. καὶ ζμῶσαι τὸ πατάξαι. Αἴλιος δὲ Διονύσιός φησιν, ὅτι ζμικρὸν καὶ μικρὸν οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες. οὕτω δὲ γράφουσι καὶ τὸ ζμῆγμα καὶ τὴν ζμινύην, ἣν καὶ αὐτὸς ἀξινάριον λέγει φέρων καὶ χρῆσιν Ἀριστοφάνους ταύτην· «ἀλλ' ἱμάντα μοι δὸς καὶ σμινύην, ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα». Εἰς δὲ τὴν τοῦ Θερσίτου πληγὴν καὶ τοιοῦτόν τι γράφουσιν οἱ παλαιοί· ὅτι ὁ μὲν εὐφυὴς νουθεσίαις ῥυθμίζεται· ὁ δὲ ἄκοσμος μέν, εὖ δὲ ἔχων τὰ εἰς σῶμα, βασάνοις κολάζεται καὶ χρημάτων εἰσφοραῖς· ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ μεθ' ὅρκων ἀπειλῇ σωφρονίζεται. (v. 269) Τὸ δέ «ἀχρεῖον ἰδών» οὐχ' ὅμοιον τῷ τὴν Πηνελόπην ἀχρεῖον γελάσαι, ἀλλ' ἐκεῖ μὲν ἀχρεῖον τὸ ἐπίπλαστον καὶ ὑποκεκριμένον, ἐνταῦθα δὲ ἀχρεῖον ἰδεῖν τὸ ἀκαίρως ὑποβλέψαι καὶ ἐπ' οὐδεμιᾷ χρείᾳ, ἢ ἀντὶ τοῦ μιμοειδὲς καὶ ἀχρειοποιόν, ὡς ἀμορφωθέντος τοῦ προσώπου τοῖς δάκρυσι. Τὸ δὲ ἀχρεῖόν φασιν οἱ παλαιοὶ παρὰ μὲν τοῖς Ἀττικοῖς προπαροξύνεσθαι ἀναβιβασμῷ τόνου ὡς σύνθετον, παρὰ δὲ τῷ ποιητῇ προπερισπᾶσθαι κανόνι τοιούτῳ. Τὰ ἔχοντα τὸ α ἐν τῇ πρώτῃ συλλαβῇ ἐπιφερομένων δύο συμφώνων μετὰ διφθόγγου προπερισπᾶται, οἷον ἀνδρεῖος, Ἀργεῖος, ἀχρεῖος. [Τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶ ἀχρήϊος λέγεται παρ' Ἡσιόδῳ—ἡ δὲ ὀξεῖα, φασί, καὶ ἡ περισπωμένη συνίζουσαι περισπωμένην ποιοῦσιν—αἰτιᾶται Ἡρωδιανὸς λέγων, ὡς οὐκ ἀεὶ τοῦτο,