Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.332
Not analysed yet
καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διό, φησί, τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέος προπαροξύνεσθαι ὀφείλει. ὃ δηλαδὴ καὶ ἐποίουν οἱ Ἀττικοί, ὡς καὶ ἐν τῷ ἐρῆμον καὶ ἑτοῖμον, τοῖς Ὁμηρικοῖς· καὶ αὐτὰ γὰρ οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως παρώξυναν, ὥς φησιν Ἡρωδιανός. ὅτι δὲ οὐδὲ τὸ αἰζήϊος συντελεῖ τι εἰς τὸ προπερισπᾶσθαι τὸ αἰζηός, ὀξύνεται γὰρ πρὸς ἀναλογίαν τοῦ νηός καὶ πηός καὶ τῶν ὁμοίων, δηλοῦται ἀλλαχοῦ. εἰ δὲ καὶ Ζεὺς Ἄθῳος προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος μετὰ προσγραφῆς τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ ἀθῷος ὁ ἀζήμιος, οὐδὲ ἐκεῖ ἄρα ἡ διάλυσις τοῦ ἀθώϊος συνετέλεσεν εἰς προπερισπασμόν, ὁποῖος γίνεται ἐν τῷ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος καὶ τοῖς ὁμοίοις.] Σημείωσαι δὲ ὅτι τοῦ ἀχρεῖος τὸ ἁπλοῦν εὕρηται παρὰ τῷ εἰπόντι τὸ «ἀνὴρ εἰς οὐδὲν χρεῖος», ἤτοι χρειώδης εἰς οὐδέν. εἰ γοῦν χρεῖος ὁ χρειώδης, δῆλον ὡς ἀχρεῖος ὁ μὴ χρειώδης. Τὸ δὲ ἀπομόρξατο ἐκ τοῦ μόργω γίνεται ῥήματος, ὅπερ κατὰ ὁμοιότητα τοῦ ἄχνυμαι προσλήψει τοῦ ν γίνεται μόργνω, ἐξ οὗ μοργνύω, ἀφ' οὗ μόργνυμι· ἐξ οὗ τὸ ἀπομόργνυται καὶ τὰ ὅμοια. ἐκ δὲ τοῦ μόργω γίνεται σύνθετον τὸ ἀπομόργω, ἐξ οὗ τὸ ἀπόμοργμα. τὸ δὲ μόργω ἐκ τοῦ ἀμέργω, τὸ ἐκπιέζω, κατὰ τοὺς παλαιούς, ἐξ οὗ καὶ ἀμόργη, ἡ τοῦ ἐλαίου ὑποστάθμη, καὶ τὸ ἀμέλγω κατὰ ἐναλλαγὴν ἀμεταβόλου τοῦ ρ εἰς ἀμετάβολον τὸ λ, ὡς ποδαργία ποδαλγία, κεφαλαργία κεφαλαλγία. εἴη ἂν οὖν ἀπομόργεσθαι καὶ ἀπομόργνυσθαι κυρίως τὸ ἐκπιέζειν, ὅθεν ἀπεμόρξατο δάκρυον ἀντὶ τοῦ ἐξέθλιψε καὶ οἷον ἐκπιέσας ἀπήγαγε τοῦ ὀφθαλμοῦ. τοῦ δὲ μόργω καὶ μόργνυμι κοινότερον ἐκ πλεονασμοῦ τοῦ ο παρὰ τοῖς μεθ' Ὅμηρον τὸ ὀμόργω καὶ ὀμόργνυμι. Ὡς δὲ πλεονάζει τὸ ο ἐν πολλοῖς, οὐκ ἄδηλον. οὕτω γὰρ ἐκ τοῦ νύσσω νύξω ὁ ὄνυξ, καὶ ἐκ τοῦ τλῶ ὄτλος, ἡ κακοπάθεια, καὶ ὀδύνη παρὰ τὸ δύνω. εὑρίσκεται δὲ καὶ τὸ ὀδύρεσθαι δύρεσθαι. [Εὕρηται δὲ καὶ ὁ Ὀβριάρεως καθ' ὅμοιον πλεονασμόν. δοκεῖ δέ τισι τοιοῦτον εἶναι καὶ τὸ Ἰλεύς, Ὀϊλεύς,