Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.34
Not analysed yet
πρόνοια καὶ ὁ νοῦς δὲ ὁ κατὰ ἄνθρωπον, καθωμίληται τοῖς παλαιοῖς. Τοῦ δὲ ἐτελείετο ἡ παραγωγὴ ἢ ἐκ τοῦ τελῶ τελείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ ἐκ τοῦ τελέω τελείω, ὡς σέω σείω.] (v. 6 s.) Ὅτι θέλων ἐνδείξασθαι ὁ ποιητὴς ὡς οὐ μόνον δεῖ ἀπὸ τῶν τελευταίων ἀρχόμενόν τινα ἐπὶ τὰ πρεσβύτερα τῶν πραγμάτων ἀνατρέχειν, ὅπερ αὐτὸς ἐπὶ τῆς τοῦ Ἀχιλλέως ἐποίησε μήνιδος, ὡς προείρηται, ἀλλ' ἔστιν ὅτε δέον ἐστὶ καὶ κατὰ φύσιν χρῆσθαι τοῖς πράγμασιν ἤγουν ἀπὸ τῶν πρώτων ἄρχεσθαι καὶ οὕτω προβαίνειν τοῖς ἐφεξῆς διὰ σαφήνειαν, φησὶ κἀνταῦθα προεκθετικῷ σχήματι πρὸς τὴν ἐν αὐτῷ Μοῦσαν, ὅτι τὴν τοῦ Ἀχιλλέως μῆνιν ἄειδέ μοι, οὐχὶ ἄλλοθεν, ἀλλὰ ἐξ οὗ δὴ καιροῦ τὰ πρῶτα διέστησαν Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς, τουτέστι μὴ ὥσπερ τὰ Τρωϊκά, οὕτω καὶ τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐκ τῶν ἐσχάτων θελήσῃς ἀείδειν, ἀλλ' αὐτὴν ἀρχῆθεν κατὰ φύσιν διεξόδευσον ἀρξαμένη ἐξ αὐτοῦ τοῦ καιροῦ τῆς τῶν βασιλέων διαστάσεως καὶ εἰποῦσα καὶ αὐτὸν τὸν τῇ ἔριδι ξυμβαλόντα ἐκείνους ἤτοι τὸν δαίμονα τὸν τῆς στάσεως αἴτιον. ὃ δὴ καὶ ποιεῖ καὶ ἀρξάμενος ἀπὸ τῆς τοῦ Χρύσου πρεσβείας περαίνει τὴν ἱστορίαν κατὰ ἀκολουθίαν μέχρι τέλους. [Τινὲς δὲ οὐ χρονικὸν εἶπον τὸ «ἐξ οὗ δὴ τὰ πρῶτα» πρὸς ὁμοιότητα τοῦ ἀφ' οὗ καὶ ἐξ ὅτου καὶ ἀφ' ὅτου, καιροῦ δηλαδή, ἀλλὰ αἰτιολογικόν, οἷον ἐξ οὗ αἰτίου τὰ πρῶτα ἡ ἔρις γέγονεν. οἳ καὶ ἱστῶντες τὴν Ὁμηρικὴν ἐρώτησιν εἰς τὸ «διαστήτην ἐρίσαντε» ἐπιφέρουσιν ὡς ἀόριστον ὄνομα τὸ «τίς τ' ἄρ σφωε» καὶ ἑξῆς, ὅ ἐστι, τῶν τις, ὡς ἔοικε, δὴ θεῶν αὐτοὺς ἐρίσαι ἀνέπεισε. κρεῖσσον μέντοι ἐρωτηματικὸν εἶναι τὸ «τίς», ἵνα μετὰ τὸ τοιοῦτον πύσμα ἡ Μοῦσα λαλήσῃ. δῆλον δὲ ὡς οὐ μόνον γράφεται «τίς τ' ἂρ σφῶε», ἀλλὰ καὶ μάλιστα ἐγκλιτικῶς «τίς τ' ἄρ σφωε» ἤγουν αὐτούς.] Σκόπει δέ, εἰ ἐνδοξότερον τοῦ δῖος Ἀχιλλεύς τὸ ἄναξ ἀνδρῶν, ὅπερ καὶ ὁ ῥήτωρ Νέστωρ γνωματεύσει, ὅπου φέρτερον Ἀχιλλέως τὸν Ἀτρείδην ἐρεῖ ὡς πλεόνεσσιν ἀνάσσοντα. ὅτι δὲ τοὺς δίους καὶ Διῒ φίλους λέγει, [ὅθεν παρὰ τοῖς ὕστερον καὶ ὁ Δίφιλος τὸ κύριον κέκραται,] πολλαχοῦ φανήσεται. Ἀτρείδην δὲ τὸν Ἀγαμέμνονα οὐ πάντες ἱστοροῦσιν. Ἡσίοδος γὰρ καὶ ἕτεροι Πλεισθένους αὐτὸν γενεαλογοῦσιν. [ὡς δὲ τὸ Ἀτρεΐδης Πινδαρικῶς κατὰ διάστασιν Δωρικόν ἐστι, δηλοῦσιν οἱ παλαιοί.] Σημείωσαι δὲ ὅτι ἄνακτας ἐκάλουν τοὺς βασιλεῖς οἱ παλαιοὶ διὰ τὸ ἀνακῶς ἤγουν ἐπιμελῶς ἔχειν τῶν ὑποτεταγμένων λέγοντες, ὡς καὶ Πλούταρχος, ὅτι πρῶτον οἱ Διόσκουροι οὕτως ἐπεκλήθησαν, ὡς τῶν πλεόντων ἐπιμελούμενοι. δῆλον οὖν ὅτι θεία τις λέξις τὸ ἄναξ. διὸ καὶ ἐπὶ ὑπεροχῆς κεῖται, οἷον ἐπὶ βασιλέων καὶ ἐπὶ οἰκοδεσποτῶν, ὡς καὶ τοῦτο οἱ παλαιοὶ λέγουσι. δηλοῖ δὲ καὶ Εὐριπίδης τὴν τῆς λέξεως θειότητα εἰπών «ἄναξ· θεοὺς γὰρ δεσπότας καλεῖν