Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.33
Not analysed yet
μον ὁ οἰωνὸς καὶ πόθεν γίνεται καὶ ὡς Ἰωνικῆς διαλέκτου ἐστὶν ἡ τοῦ ι προσθήκη ἐν τῷ οἰωνοῖσι καθὰ καὶ ἐν τῷ κύνεσσι καὶ τοῖς ὁμοίοις, ἀλλαχοῦ ῥηθήσεται. φανεῖται δ' ἐν τοῖς ἑξῆς καὶ ὅθεν ὁ οἰωνὸς καὶ ὡς Αἰολέων ὁ τῶν συμφώνων διπλασιασμὸς καθὰ ἐν τῷ κύνεσσιν, οὕτω καὶ ἐν τῷ ὅττι καὶ ὅππως καὶ ἐν ἄλλοις μυρίοις.] Ὅτι ἔφθασε μὲν Ὅμηρος μεγεθῦναι τὴν ἑαυτοῦ ποίησιν διὰ τοῦ ὑποσχέσθαι καὶ μυρία τινὰ εἰπεῖν καὶ ἡρωϊκά, ἐνταῦθα δὲ κορωνίδα τινὰ ἐπιτιθεὶς αὐξήσεως ἐπάγει «Διὸς δ' ἐτελείετο βουλή», ὡς μὴ ἂν τῆς τοῦ Ἀχιλλέως μήνιδος τοιαῦτα δυνησομένης, εἰ μὴ θεία τις ἦν βουλή. ἐὰν δὲ τοῦτο ἦν, ἄρα μεγάλα τινὰ γενήσονται καὶ Διὸς βουλῇ πρέποντα. ἐνταῦθα δὲ καὶ τοῦ Ἀχιλλέως ὑπεραπολογεῖται, οἱονεὶ λέγων μὴ δι' ἐκεῖνον ἀλλὰ διὰ τὸ εἱμαρμένον ἐξ ἀνάγκης ταῦτα γενέσθαι. βουλὴν γὰρ Διὸς τὴν εἱμαρμένην φασίν, ὡς τῆς εἱμαρμένης Διὸς λεγομένης, καθὰ καὶ τοῖς Στωϊκοῖς ἔδοξεν. ὅθεν καὶ περιέσπων τινὲς τὸ «βουλῇ», ἐν οἷς καὶ Νικάνωρ ὁ Στιγματίας ἐπικληθείς, διότι ἐπολυλόγησε περὶ στιγμῶν, λέγοντες ὅτι γεγόνασι ταῦτα τῇ βουλῇ τοῦ Διός. τινὲς δὲ βουλὴν Διὸς εἶπον τὸ τὴν γῆν, ὡς καὶ ὁ Εὐριπίδης ἐν Ὀρέστῃ μυθολογεῖ, κουφίσαι βαρουμένην τῷ τῶν λαῶν φόρτῳ κατὰ τὴν αὐτῆς αἴτησιν. οὗ χάριν, φασί, τόν τε Θηβαϊκὸν τὰ πρῶτα συνεστήσατο πόλεμον καὶ μετ' ἐκεῖνον συνήγαγεν ἐπὶ φθορᾷ Τρῶας καὶ Ἕλληνας, Μώμου, φασί, συμβουλευσαμένου, μὴ κεραυνοῖς ἢ κατακλυσμοῖς πάντα διαφθεῖραι, ἀλλ' εὐμεθόδως ἄλλως, καὶ ὑποθεμένου τήν τε τῆς Θέτιδος θνητογαμίαν, ἀφ' ἧς ὁ Ἀχιλλεύς, καὶ θυγατρὸς καλῆς γέννησιν, τῆς Ἑλένης δηλαδή, δι' ἣν τὰ κατὰ Τροίαν ἐγένοντο, πεσόντων πολλῶν, καὶ δι' Ἀχιλλέα τὰ μὲν πολεμοῦντα, τὰ δὲ μηνίοντα. τινὲς μέντοι Διὸς βουλὴν τὴν τοῦ Ἀχιλλέως ἐννοοῦσι τιμήν, ὡς μετὰ ταῦτα φανήσεται. Ὅτι δὲ τὸ Ζεύς Διός ἑτερόκλιτόν ἐστιν, ἐν τοῖς ἑξῆς ῥηθήσεται. [ὡς δὲ Ζεὺς οὐ μόνον ὁ κατὰ μῦθον πατὴρ ἀνδρῶν τε θεῶν τε, οὐδὲ μόνον ὁ καθ' ἱστορίαν Κρητικὸς βασιλεύς, ἀλλὰ καὶ ὁ κατὰ ἀναγωγὴν ἀὴρ καὶ αἰθὴρ καὶ ἥλιος καὶ οὐρανὸς καὶ εἱμαρμένη καὶ ἡ ψυχὴ τοῦ παντὸς ἡ καὶ