Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.349
Not analysed yet
γεῖοι μέγα ἴαχον. Ζηνόδοτος μέντοι, φασίν, ἀντὶ τοῦ τετριγῶτας τιτίζοντας γράφει, οἷα κρίνας αὐτὸ τοῦ τετριγέναι καιριώτερον. καίτοι φασὶν οἱ παλαιοί, ὅτι ἁπλῶς μὲν τιτίζουσιν οἱ νεοσσοί, κατεσθιόμενοι δὲ τρίζουσιν. ἔστι δὲ τρίζειν τὸ λεπτὸν ἠχεῖν κατὰ τὰς νυκτερίδας, αἳ καὶ αὐταὶ τρίζειν λέγονται, ὡς ὁ ποιητὴς ἐν τῷ τέλει τῆς Ὀδυσσείας φησί. τὸ μέντοι τρύζειν, ἀφ' οὗ ἡ τρυγών, τραχυφωνότερόν ἐστι. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ τιτίζειν τίτις κατὰ Αἴλιον Διονύσιον, βραχὺ ὀρνίθιον, ἢ καὶ πᾶν, φησί, μικρὸν ὀρνίθιον ὑπὸ τῶν παλαιῶν οὕτω καλεῖται. Ἕτερος δέ τίς φησι καί, ὅτι κατὰ μίμησιν ἤτοι ὀνοματοποιΐαν, ὅθεν ἴσως καὶ τιτιγόνιον, ζωΰφιον παρὰ τῷ αὐτῷ ὅμοιον τέττιγι. δῆλον δὲ καὶ ὅτι τραχύτερον τοῦ τιτίζειν τὸ τιτυβίζειν, ὃ ἐπί τινων περδίκων ἱστορεῖται λέγεσθαι, [καθὰ ἐπὶ ἑτέρων τὸ κικκαβάζειν, ὅθεν παρὰ τῷ Κωμικῷ ἐπίρρημα τὸ κικκαβαῦ. (v. 315) Τὸ δὲ ἀμφεποτᾶτο ἔχει τι ἄπορον ἐπὶ τῇ γραφῇ τῆς προπαραληγούσης. εἰ γὰρ πέτω ἐστὶ τὸ πέτομαι καὶ ἐξ αὐτοῦ ποτός ὁ πετόμενος, ὡς δῆλον ἐκ τοῦ ποτή θηλυκοῦ ἐν Ὀδυσσείᾳ, διὰ τί μὴ τὸ ποτῶ ῥῆμα καὶ τὰ ἐξ αὐτοῦ μεγεθύνουσι τὴν πο συλλαβὴν κατὰ τὸ τρέχω, τρόχος, τρωχῶ, καὶ τὰ ὅμοια; αἴτιον δὲ κἀνταῦθα ἡ σύνθεσις. τὸ γὰρ ἁπλοῦν πωτῶ ἐκτείνει ἔστιν ὅτε τὴν <παρα>λήγουσαν, ὡς δῆλον ἐκ τοῦ «λίθοι πωτῶντο θαμειαί».] (v. 316) Τὸ δέ «ἐλελιξάμενος» τὸ ὑγρὸν δηλοῖ τοῦ δράκοντος καὶ εὐλύγιστον καὶ εὐπερίστροφον καί, ὡς εἰπεῖν, οὐ δυσέλικτον ἀλλὰ εὐέλικτον. διὸ καὶ δεδιπλασίακε τὸν ἑλιγμόν, ὃ γίνεται καὶ ἐπὶ τοῦ «μέγαν δ' ἐλέλιξεν Ὄλυμπον». Τὸ δέ «πτερύγος λάβεν» ἀρέσκει τοῖς παλαιοῖς κατὰ τὴν Ἀριστάρχειον ἀνάγνωσιν, ὡς δ' ἄλλοι φασὶ κατὰ παράδοσιν, παροξύνειν ἀπὸ εὐθείας ὀξυτόνου τῆς ἡ πτερύξ, ὃ δηλοῖ οὐ τὰ πτερὰ μόνα, τὸ μόριον δὲ μετὰ τῶν περικειμένων πτερῶν, καθὰ δηλοῖ καὶ Ἡρωδιανὸς εἰπών, ὅτι τὰ εἰς υξ θηλυκά, μονοσύλλαβα μὲν ὄντα, ὀξύνεται· Στύξ, νύξ, τρύξ· ὑπὲρ μίαν δὲ ὄντα συλλαβὴν βαρύνεται· κάλυξ, ἄντυξ, πομφόλυξ. τὸ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι. οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ βῆτα ῥαψῳδίᾳ. (v. 318) Τὸ δέ «ἀρίζηλον» φανερῶς ἐνταῦθα τὸν ἀρίδηλον δηλοῖ τραπέντος