Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.348
Not analysed yet
καὶ ἐν τῷ πασσυδίῃ καὶ σύσσωμος καὶ τοῖς ὁμοίοις. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε «νήπια τέκνα». ἰστέον δὲ ὅτι Αἴλιος Διονύσιος ὁμωνυμίαν εἰσάγει τοῦ νεοσσοῦ, ἔνθα φησίν, ὅτι νεοττὸς λέκιθος ὠοῦ. [ὡς δὲ καὶ συγκόπτει τὸ οἰκεῖον ε ἡ τοιαύτη λέξις κατὰ τὸ νεηγάτεον, νηγάτεον, δηλοῦσιν αἱ παρὰ τῷ Ἀθηναίῳ νοσσάδες ὄρνις. (v. 312) Τὰ δὲ πέταλα, ὅ ἐστι τὰ ἀναπεπταμένα καὶ πλατέα φύλλα, ὅτι καὶ πέτηλα λέγεται, δῆλόν ἐστιν. οἱ γοῦν περὶ Λυκίαν πετήλια μέχρι καὶ ἔσαρτι καιροῦ τὰ τοιαῦτά φασιν. ἐκ δὲ τῶν Ὁμηρικῶν πετάλων καὶ ποτήρια ἐκπέταλα τὰ πλατέα, ὁποῖα τὰ ἰδιωτικῶς λεγόμενα πατέλλια, ἐξ ὧν ὁ καλὸς Ἀλκίφρων τὸν Πατελλοχάρωνα συνέθετο.] Τὸ δέ «πετάλοις ὑποπεπτηῶτες» ἢ τοὺς ὑποπεπτωκότας δηλοῖ ἀποβολῇ τοῦ κ καὶ τροπῇ τοῦ ω εἰς η, ἢ τοὺς ὑποπετομένους ἐκ τοῦ πτῶ πτήσω· ἐφύλαξε δὲ τὸ ω τῆς εὐθείας. Ἰστέον γὰρ ὅτι αἱ εἰς ως μετοχαὶ τὰ πολλὰ μὲν τρέπουσι τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ, πολλάκις δὲ φυλάσσουσι τὸ ω καὶ ἐν ταῖς πλαγίαις καθ' ὁμοιότητα τῶν εἰς ως ὀξυτόνων ὀνομάτων, ὅσα διὰ τοῦ τ κλίνονται. οὕτω καὶ κατωτέρω τὸ τετριγῶτας ἐκτείνει τὴν παραλήγουσαν ἐν τῷ «κατήσθιε τετριγῶτας». ὁμοίως καὶ τὸ «ἀλεξέμεναι μεμαῶτας» καὶ ἄλλα πολλά. [Φαίνεται δὲ ἐκ τοῦ πεπτηώς πεπτηῶτος συγκοπῆναι τὸ πεπτώς πεπτῶτος· οἷον «πεπτῶτ' ἀδελφόν» παρὰ Σοφοκλεῖ· εἰ μὴ ἄρα ἐκ τοῦ πεπτωκότα συγκέκοπται κατὰ τὸ «βεβρῶτες», ἤγουν βεβρωκότες, «αἵματος λίπος». (v. 313) Τὸ δέ «ἣ τέκε τέκνα» εἰς οὐδὲν μὲν ἀναγκαῖον, ἀλλὰ κατὰ τὸ παρέλκον ἐρρέθη. ἔστι δὲ καὶ τρόπου ἐτυμολογικοῦ—ἐκ τοῦ τεκεῖν γὰρ τὸ τέκνον—καὶ Ἀττικὸν δέ.] (v. 314) Τὸ δὲ κατήσθιε τὸν μετὰ σφοδρότητος ὁλοτελῆ δηλοῖ ἀφανισμὸν τῶν νεοττῶν καὶ διαφέρει τοῦ ἁπλῶς ἐσθίειν, ὡς καὶ τὸ καταφαγεῖν τοῦ ἁπλῶς φαγεῖν. καιρίως δὲ καὶ αὕτη ἔχει ἡ λέξις, ὅθεν καὶ κατωτέρω δὶς αὐτὴν λέγει διαλύσας ἐν τῷ «κατὰ τέκνα ἔφαγεν». Τὸ δὲ τετριγῶτας μίμησίς ἐστι φωνῆς τῶν νεοττῶν, ἥτις ἁπαλωτέρα τοῦ τρύζειν ἐστίν, ἀφ' οὗ γίνεται ἡ τρυγών. τελειότερον δέ, φασί, τοῦ τετριγέναι τὸ ἰαχεῖν, ὅθεν τὰ μὲν νήπια τετριγῶτα, ἡ δὲ μήτηρ ἀμφιαχυῖα, καθὰ καὶ μετ' ὀλίγα Ἀρ-