Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.351
Not analysed yet
ζομεν οἷον ἐτύχθη» ἐκπληττομένοις πρόσφορον. (v. 323) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ἄνεῳ, ἤγουν ἄφωνοι, οἷον· «τίπτ' ἄνεῳ ἐγένεσθε», ἤγουν ἄναυδοι, ἀχανεῖς· περὶ οὗ, ὡς κλίνεται κατὰ τὸν Μενέλεων, ἀλλαχοῦ φανεῖται.] (v. 333—5) Ὅτι σχῆμα ὑπερβατὸν ἐν τῷ «Ἀργεῖοι δὲ μέγα ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο». ἔστι γὰρ τὸ ἀκόλουθον οὕτως· Ἀργεῖοι μέγα ἴαχον ἐπαινήσαντες τὸν Ὀδυσσέως μῦθον. ἦν δὲ ὑπερβατὸν καὶ ἐν τῇ αʹ τῆς Ἰλιάδος, ἐν τῷ «νῦν δ' εἶμι Φθίηνδε», οὗ ἐφεξῆς τὸ «ἐνθάδ' ἄτιμος ἐών». Καὶ ἰστέον ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐλέχθη, ὅτι τὰ τοιαῦτά εἰσι κυρίως ὑπερβατὰ κατὰ τοὺς ῥήτορας, οὐ μὴν ὁμοίως καὶ τὸ «λέων κατὰ ταῦρον ἐδηδώς»· καὶ τὸ «διὰ τάφρον ἔβησαν»· καὶ τὸ «κατὰ τέκνα ἔφαγε στρουθοῖο», περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται τὰ δοκοῦντα τοῖς παλαιοῖς. Ἐνταῦθα δὲ οἱ παλαιοὶ παρασημειοῦνται τὸ τοῦ ὄχλου παλίμβολον, ὅπως οἱ αὐτοὶ καὶ φεύγειν ἦσαν ἑτοιμότατοι καὶ μένειν αὖτις ῥᾷον ἀνεπείσθησαν. ἐπιφωνοῦσι δὲ καὶ τὸ τοῦ Εὐπόλιδος· «οἷόν γέ ποὐστὶ γλῶσσ' ἀνθρώπου», εἴπερ ὁ μὲν λέγων «φεύγωμεν» ἀναπτεροῖ, ὁ δὲ αὖθις πείθει λέγων «μίμνωμεν». (v. 333) Τὸ δέ «μέγα ἴαχον» αὐξητικῶς εἴρηται· ἁπλῶς μὲν γὰρ πρὸ ὀλίγου ἴαχεν ἡ μήτηρ στρουθός, οἱ δὲ Ἀργεῖοι μέγα ἴαχον. (v. 334) Ὁ δὲ κόναβος καὶ τὸ κοναβίζειν καὶ κοναβεῖν—διφορεῖται γὰρ καὶ αὐτό—ἦχός ἐστι ξύλων ξηρῶν πεπληγότων ἢ μᾶλλον, κοινότερον εἰπεῖν, ἦχος σωμάτων ξηρῶν. ἐρεῖ γὰρ μετ' ὀλίγα· «χθὼν κονάβιζε». [(v. 335) Τοῦ δὲ ἐπαινῶ ἐπαινήσω, οὗ κοινότερον τὸ ἐπαινέσω, χρῆσις καὶ παρ' Ἡσιόδῳ καὶ ἄλλοις.] (v. 336) Ὅτι γερήνιος Νέστωρ ἢ ὁ ἔντιμος παρὰ τὸ γέρας ἢ ὅτι, ὁπηνίκα ἡ Πύλος ὑφ' Ἡρακλέος ἑάλω, καθάπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, αὐτὸς ἐν Γερήνοις ἢ ἔτυχε τρέφεσθαι ἢ ἤχθη φυγάς. Γέρηνα δέ, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται, τόπος περὶ τὴν Πελοπόννησον ἤτοι πόλις Μεσσηνιακή, ἡ λεγομένη καὶ Γερηνία, καθὰ καὶ ὁ Γεωγράφος φησί. λέγεται δὲ ἡ πόλις αὕτη καὶ ἑνικῶς Γέρηνον, ὡς Ἡσίοδος· «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ», καὶ πληθυντικῶς, ὡς ὁ αὐτός· «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα· δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ' ἱπποδάμοισι Γερήνοις», ἀπὸ εὐθείας τῆς Γέρηνος Γερήνου. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι δεικνύουσι παρ' αὐτοῖς οἱ τῆς κοίλης Ἤλιδος Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γερήνιον· τοῦτο δὲ καὶ Μεσσήνιοι ποιοῦσι καὶ