Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.352
Not analysed yet
μᾶλλον γνώριμά φασιν εἶναι τὰ παρ' ἐκείνοις Γέρηνα. Ἐν τοῖς Αἰλίου Διονυσίου φέρεται καί, ὅτι γέρην ἡ θήλεια γέρανος. (v. 337) Ὅτι ἐνδεικνύμενος κἀνταῦθα ὁ ποιητής, ὅπως εὐπόρως ἔχει τοῦ ῥητορεύειν καὶ ὅτι τὸ καλῶς ῥηθὲν δύναται καὶ κάλλιον εἰπεῖν, τὴν τοῦ Ὀδυσσέως ῥητορείαν μεταχειρισάμενος ὑπὸ κρείττονι ῥήτορι τῷ Νέστορι—οὗτοι γὰρ οἱ δύο τῶν λοιπῶν ἐν ῥητορείᾳ ὑπερφέρουσι—νικᾷ, ὡς καὶ προερρέθη, τοῖς δευτέροις νοήμασι πολλῷ πάνυ τῷ μέσῳ τὰ πρότερα καί, ὡς εἴπερ ἀνὴρ νικήσειε παῖδα δημηγοροῦντα, καθάπερ αὐτὸς ἐπισημαίνεται ἐν τῷ εἰπεῖν· «ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις», [ὃ δοκεῖ πρὸς ἔριν ἢ μίμησιν εἰρῆσθαι Ὀδυσσέως εἰκάσαντος πρὸ ὀλίγων τοὺς Ἀχαιοὺς παισὶ νεαροῖς.] Πολλὰ μὲν οὖν ὁ Νέστωρ οὐ φιλοτιμεῖται εἰπεῖν νοήματα, ὑψηλὰ δέ. διὸ οὐδὲ ὑπερπαίει πάνυ τὸν Ὀδυσσέα πλήθει ἐπιχειρημάτων ἀλλὰ μᾶλλον ποιότητι. ἐπιλέγεται γὰρ τὰ ἐκείνου καὶ μεταγαγὼν αὐτὰ εἰς τὸ ὑψηλότερον καὶ ἐπεξεργασάμενος, οὕτω περαίνει τὴν δημηγορίαν, προσεπιθείς τι καὶ αὐτός, ὡς εἰρήσεται, καὶ ποιήσας τὸ καλὸν κάλλιον. Ἐν πρώτοις οὖν σχετλιάσας διὰ τοῦ «ὦ πόποι», εἶτα οὐ πρὸς τὸν βασιλέα τὸν λόγον εὐθὺς ἀποτείνει, ὡς Ὀδυσσεὺς ἐποίησε, καίτοι ἀλλαχοῦ ποιεῖν αὐτὸ εἰωθώς, ἀλλὰ σφοδρῶς καὶ παρρησιαστικῶς τὸν λόγον μεταχειριζόμενος πρὸς μόνον μὲν αὐτὸν τὸν Ὀδυσσέα οὐ στρέφει τὸν λόγον—ἦν γὰρ καὶ τοῦτο πάνυ καταφορικὸν καὶ ἀκράχολον—λεαίνει δὲ τῷ κοινῷ πληθυσμῷ τὴν σφοδρότητα λέγων· (v. 337 s.) «ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε» καὶ παισὶν οὐ τοῖς τυχοῦσιν, ἀλλὰ νηπιάχοις. τοῦτο δὲ λέγει οὐχ' ὅτι νήπιόν τι ὁ Ὀδυσσεὺς ἐφθέγξατο, ἀλλ' ὅτι μηδὲν εἶπε στρατηγικῶς περὶ πολεμικῆς ἐκτάξεως, ὅπερ αὐτὸς μετ' ὀλίγα ποιήσει, ἐν οἷς ἐρεῖ, ὅτι «κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας Ἀγάμεμνον» καὶ τὰ ἑξῆς. Διὰ τοῦτο οὖν δημηγορίᾳ νηπιάχων εἰκάζει τὰ φθάσαντα λαληθῆναι, διότι δηλαδὴ τακτικὴ παραγγελία οὐκ ἔγκειται αὐτοῖς. διὰ τοῦτο εἰπών «νηπιάχοις ἐοικότες» φησίν· «οἷς οὔ τι μέλει πολεμήϊα ἔργα». τάχα δὲ οὐ διὰ μόνον τὸν Ὀδυσσέα εἴρηται ταῦτα, ἀλλὰ καὶ διὰ τὸ «φεύγωμεν» τὸ τοῦ Ἀγαμέμνονος· Ἔξεστι γὰρ τῷ γέροντι καθάπτεσθαι λόγοις τοῦ βασιλέως, ὡς ἐν τῷ προβουλίῳ ὥριστο. καὶ τοιοῦτον μὲν τὸ προοίμιον τοῦ γέροντος ὑπισχνούμενον ἀνδρώδεις ἐννοίας. εἰ γὰρ οἱ πρὸ αὐτοῦ νηπιάχοις ἐοικότες ἠγόρευσαν, αὐτὸς ἄρα οὐ τοιοῦτος ἔσεσθαι πραγματεύσεται. (v. 339) Εἶτα πρὸς τὰ τοῦ Ὀδυσσέως ἀφορῶν νοήματα διορθοῦται οἷον καὶ ὑψηλότερον αὐτὸς ἐκεῖνα διαχειρίζεται. εἰπόντος οὖν ἐκείνου Ἀχαιῶν ὑπόσχεσιν καί, ὅτι οὐκ ἐκτελοῦσί σοι τὴν ὑπόσχεσιν, ὁ Νέστωρ φησὶν ἀχθόμενος, ὅτι «πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;» [(v. 340 s.) Εἶτα καὶ τὴν ἐρώτησιν τοῦ