Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.36
Not analysed yet
συνέβαλεν ἔφη ἐνταῦθα καὶ σύνεσιν δέ που ποταμῶν λέγει τὴν συμβολήν· οἱ δὲ μετὰ τὸν Ὅμηρον ἐπὶ φρονήσεως καὶ τὸ συνῆκε τιθέασι καὶ τὴν σύνεσιν, λαβόντες ἐξ Ὁμήρου τὴν ἀφορμήν, ὃς τὴν λέξιν τοῦ ξυνῆκεν ἐν πολλοῖς καὶ ἐπὶ τοῦ νοεῖν τίθησιν, ὡς τὸ «ξυνέηκε θεᾶς ὄπα φωνησάσης» καὶ «νῦν δ' ἐμέθεν ξύνες» καὶ «μέν μευ βουλέων ξύνιον». ὁμώνυμον οὖν τὸ ξυνέηκεν, [ὃ παρὰ τοῖς ὕστερον καὶ ἐπὶ τοῦ ἐν ἀνθρώπῳ συνειδότος τέθειται, καθὰ δηλοῖ καὶ τὸ «ἡ ξύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος».] Οὐκ ἄδηλον δὲ ὅτι Ἀττικῶν ἴδιον τὸ τὴν συν πρόθεσιν ξυν λέγειν, προστιθέναι δὲ πολλάκις καὶ τὸ ε τοῖς παρῳχημένοις. οὕτω γοῦν τὸ συνώρων ξυνεώρων φασίν. ἐντεῦθεν καὶ τὸ συνῆκεν, ἀντὶ τοῦ ἀνέπεισε καὶ συνέβαλε, ξυνέηκέ φησιν ὁ ποιητής. εὕρηται δὲ καὶ ἡ συ συλλαβὴ μεταβάλλουσα τὸ σ εἰς ξ ἐν τῷ ἀναξυρίς, ὃ τὸ παρὰ Ῥωμαίοις βρακίον δηλοῖ. ἀναξυρὶς γὰρ τὸ τοιοῦτον ἐκ τοῦ ἀνασύρεσθαι κατὰ τοὺς παλαιοὺς λέγεται. πολλάκις δὲ καὶ τὸ χ εἰς ξ τρέπεται. διξὰ γοῦν φασι καὶ τριξὰ καὶ πενταξά. ἐκ τούτου δὲ ἰδιωτικώτερον καὶ ἡ μοναξία ἔοικε λέγεσθαι. Τὸ δὲ μάχεσθαι ἑρμηνεία νῦν ἐστι τῆς βασιλικῆς ἔριδος δηλοῦν πολλὴν οὕτως αὐτὴν εἶναι, ὡς καὶ μαχεῖσθαι ἂν αὐτοὺς κατὰ τὸ «ὃ δ' Ἀτρείδην ἐξεναρίζοι». [Λείπει δὲ τὸ ὥστε ἐν τῷ μάχεσθαι, ἵνα ᾖ «ἔριδι ξυνέηκεν ὥστε μάχεσθαι» ἢ καὶ ἄλλως λείπει ἄρθρον, ἵνα λέγῃ «ἔριδι τῇ τοῦ μάχεσθαι», ἢ καὶ ἑτέρως, καθ' ἑρμηνείαν, ἔριδι ἤγουν αὐτόχρημα μάχῃ. οὐ γὰρ ἁπλῶς διαστήτην τόπῳ μακρῷ ἢ ἐξ ἀγορᾶς λυθείσης ἢ ἀπὸ συμπλοκῆς μαχίμου, ἀλλὰ κατὰ ἔριν μάχιμον.] Ὅτι τὸ μὲν προσεχὲς αἴτιον τῆς τοῦ Ἀχιλλέως μήνιδος ἡ τῆς Βρισηΐδος ἐστὶν ἀφαίρεσις, τὸ δὲ πρὸ τούτου αἴτιον ἡ τοῦ βασιλέως διαμάχη, τὸ δὲ ἔτι πορρώτερον ὁ λοιμός, ὑπὲρ οὗ λαλήσας ὁ Ἀχιλλεὺς ἠτίμωται· τὸ δὲ ἐπέκεινα ὁ ἥλιος, ὃν λοιμωδῶν νοσημάτων φασὶν αἴτιον. Σημείωσαι οὖν ὅτι εἰπὼν ὁ ποιητής, (v. 9) ὡς ὁ Ἀπόλλων ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς υἱὸς συνέβαλεν εἰς φιλονεικίαν τοὺς βασιλεῖς, ὅμοιον λέγει ὡς ἐὰν εἶπεν, ὅτι ὁ ἥλιος αὐτοὺς εἰς φιλονεικίαν συνέμιξε. καὶ ἔστι πολλὰ τοιαῦτα πόρρω αἴτια παρὰ τοῖς παλαιοῖς, ὧν ἓν καὶ τὸ τοῦ Ἀναχάρσιδος, ὃς ἐρωτηθείς «διὰ τί παρὰ Σκύθαις οὔκ εἰσιν αὐληταί;» εἶπε «διότι οὐδὲ ἄμπελοι». μακρὰν γὰρ καὶ ἐκεῖνος ἀνέβη· τὸ μὲν γὰρ ἐγγὺς ἦν εἰπεῖν, ὅτι οὐδὲ μέθη παρὰ Σκύθαις ἐστὶν οὐδὲ οἶνος· ὁ δὲ ἀνέδραμεν ἐπὶ τὸ πορρώτερον αἴτιον, τὰς ἀμπέλους. Ἰστέον δὲ ὅτι καὶ τοῦ Ἀπόλλωνος ἤγουν τοῦ ἡλίου πορρωτέρω αἴτιόν ἐστιν ἡ τοῦ Διὸς βουλὴ ἡ ἀνωτέρω ῥηθεῖσα, ἵνα